Thesauros Literature biography Φιλοποίμενος καὶ Τίτου σύγκρισις

Φιλοποίμενος καὶ Τίτου σύγκρισις

Φιλοποίμενος καὶ Τίτου σύγκρισις Plutarch
2.3 πρὸς δὲ τούτοις Τίτος μὲν ἐξ ὑποκειμένων ἐνίκα, χρώμενος ὁπλισμοῖς καὶ τάξεσιν αἷς παρέλαβε. Φιλοποίμην δὲ αὐτὸς ἐπεισενεγκὼν καὶ μεταβαλὼν τὸν περὶ ταῦτα κόσμον, ὥστε τὸ νικητικώτατον ὑφʼ οὗ μὲν οὐκ ὂν εὑρῆσθαι, τῷ δὲ ὑπάρχον βοηθεῖν. κατὰ χεῖρα τοίνυν Φιλοποίμενος μὲν ἔργα πολλὰ καὶ μεγάλα, θατέρου δὲ οὐδέν, ἀλλὰ καὶ τῶν Αἰτωλῶν τις αὐτὸν Ἀρχέδημος ἐπέσκωπτεν ὡς, ὅτε αὐτὸς ἐσπασμένος τὴν μάχαιραν ἔθει δρόμῳ πρὸς τοὺς μαχομένους καὶ τοὺς συνεστῶτας τῶν Μακεδόνων, τοῦ Τίτου τὰς χεῖρας εἰς τὸν οὐρανὸν ὑπτίας ἀνατείναντος ἑστῶτος καὶ προσευχομένου.
3.1 καὶ μὴν Τίτῳ μὲν ἄρχοντι συνέβη καὶ πρεσβεύοντι πάντα πρᾶξαι τὰ καλά, Φιλοποίμην δὲ οὐ χείρονα παρέσχεν οὐδὲ ἀπρακτότερον ἑαυτὸν ἰδιώτην ἢ στρατηγὸν τοῖς Ἀχαιοῖς. ἰδιώτης μὲν γὰρ ὢν Νάβιν ἐξέβαλεν ἐκ Μεσσήνης καὶ Μεσσηνίους ἠλευθέρωσεν, ἰδιώτης δὲ Διοφάνην τὸν στρατηγὸν καὶ Τίτον ἐπερχομένους ἀπέκλεισε τῆς Σπάρτης καὶ Λακεδαιμονίους δι.ʼσωσεν.
3.2 οὕτως ἡγεμονικὴν φύσιν ἔχων οὐ κατὰ τοὺς νόμους, ἀλλὰ καὶ τῶν νόμων ἄρχειν ἠπίστατο πρὸς τὸ συμφέρον, οὐ δεόμενος παρὰ τῶν ἀρχομένων λαβεῖν τὸ ἄρχειν, ἀλλὰ χρώμενος αὐτοῖς, ὅπου καιρὸς εἴη, τὸν ὑπὲρ αὐτῶν φρονοῦντα μᾶλλον ἢ τὸν ὑπʼ αὐτῶν ᾑρημένον ἡγούμενοις στρατηγόν.
3.3 γενναῖα μὲν οὖν Τίτου τὰ πρὸς τοὺς Ἕλληνας ἐπιεικῆ καὶ φιλάνθρωπα, γενναιότερα δὲ Φιλοποίμενος τὰ πρὸς τοὺς Ῥωμαίους ὀχυρὰ καὶ φιλελεύθερα ῥᾷον γὰρ χαρίζεσθαι τοῖς δεομένοις ἢ λυπεῖν ἀντιτείνοντα τοὺς δυνατωτέρους. ἐπεὶ. δὲ οὕτως ἐξεταζομένων δυσθεώρητος ἡ διαφορά, σκόπει, μὴ τῷ μὲν Ἕλληνι τὸν ἐμπειρίας πολεμικῆς καὶ στρατηγίας στέφανον, τῷ δὲ Ῥωμαίῳ τὸν δικαιοσύνης καὶ χρηστότητος ἀποδιδόντες οὐ φαύλως διαιτᾶν δόξομεν.
← Previous 2 / 2

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme