12.4
ἐδήλωσε δὲ ὁ Πύρρος· ἐμποδὼν γάρ αὐξομένῳ τῷ Δημητρίῳ πάλιν ἱστάμενος, καὶ κωλύων τὴν δύναμιν ὥσπερ ἐξ ἀρρωστίας μεγάλης ἀναλαμβάνουσαν, ἐβοήθει τοῖς Ἕλλησι καὶ παρῆλθεν εἰς τὰς Ἀθήνας, ἀναβὰς δὲ εἰς τὴν ἀκρόπολιν καὶ θύσας τῇ θεῷ καὶ καταβὰς αὐθημερὸν ἀγαπᾶν μὲν ἔφησε τοῦ δήμου τὴν πρὸς αὐτὸν εὔνοιαν καὶ πίστιν, ἂν μέντοι σωφρονῶσι μηδένα τῶν βασιλέων ἔτι παρήσειν αὐτοὺς εἰς τὴν πόλιν μηδὲ τὰς πύλας ἀνοίξειν·
12.5
ἐκ τούτου καὶ πρὸς Δημήτριον εἰρήνην ἐποιήσατο, καὶ μετʼ ὀλίγον χρόνον, εἰς Ἀσίαν ἀπάραντος αὐτοῦ, πάλιν πεισθεὶς ὑπὸ Λυσιμάχου Θετταλίαν ἀφίστη καὶ ταῖς Ἑλληνικαῖς φρουραῖς προσεπολέμει, βελτίοσι χρώμενος τοῖς Μακεδόσι στρατευομένοις ἢ σχολάζουσι, καὶ ὅλως αὐτὸς οὐκ ἐν πρὸς ἡσυχίαν πεφυκώς. τέλος δὲ Δημητρίου καταπολεμηθέντος ἐν Συρίᾳ Λυσίμαχος ἐπʼ ἀδείας γενόμενος καὶ σχολάζων εὐθὺς ἐπὶ τὸν Πύρρον ὥρμησε.
12.6
καὶ καθημένου περὶ τὴν Ἔδεσσαν αὐτοῦ ταῖς ἀγοραῖς κομιζομέναις ἐπιπεσὼν καὶ κρατήσας ἀπορίαν πρῶτον αὐτῷ περιέστησεν, εἶτα γράμμασι καὶ λόγοις διέφθειρε τοὺς πρώτους τῶν Μακεδόνων, ὀνειδίζων εἰ ξένον ἄνδρα καὶ προγόνων ἀεὶ δεδουλευκότων Μακεδόσι δεσπότην ἑλόμενοι τοὺς Ἀλεξάνδρου φίλους καὶ συνήθεις ἀπωθοῦσι Μακεδονίας.
12.7
ἀναπειθομένων δὲ πολλῶν δείσας ὁ Πύρρος ἀπηλλάγη μετὰ τῆς Ἠπειρωτικῆς καὶ συμμαχικῆς δυνάμεως, ἀποβαλὼν Μακεδονίαν ᾧ τρόπῳ παρέλαβεν. ὅθεν οὐδʼ αἰτιᾶσθαι τοὺς πολλοὺς ἔχουσιν οἱ βασιλεῖς μετατιθεμένους πρὸς τὸ συμφέρον ἐκείνους γάρ αὐτοὺς ταῦτα μιμοῦνται ποιοῦντες, ἀπιστίας καὶ προδοσίας διδασκάλους ὄντας, καὶ πλεῖστα νομίζοντας ὠφελεῖσθαι τὸν ἐλάχιστα τῷ δικαίῳ χρώμενον.
13.1
τότε δ’ οὖν εἷς Ἤπειρον ἐκπεσόντι τῷ Πύρρῳ καὶ προεμένῳ Μακεδονίαν ἡ μὲν τύχη παρεῖχε χρῆσθαι τοῖς παροῦσιν ἀπραγμόνως καὶ ζῆν ἐν εἰρήνῃ βασιλεύοντα τῶν οἰκείων· ὁ δὲ τὸ μὴ παρέχειν ἑτέροις κακὰ μηδὲ ἔχειν ὑφʼ ἑτέρων ἄλυν τινὰ ναυτιώδη νομίζων, ὥσπερ ὁ Ἀχιλλεὺς οὐκ ἔφερε τὴν σχολήν, ἀλλὰ φθινύθεσκε φίλον κῆρ αὖθι μένων, ποθέεσκε δ’ ἀυτήν τε πτόλεμόν τε. δεόμενος δ’ οὖν ἔλαβε πραγμάτων καινῶν τοιαύτην ὑπόθεσιν.