18.3
ἔλαβε δὲ οὐδείς, ἀλλʼ ἀπεκρίναντο πάντες καὶ πᾶσαι ὅτι δημοσίᾳ σπονδῶν γενομένων καὶ τὰ παρʼ αὐτῶν ὑπάρξει πρόθυμα τῷ βασιλεῖ καὶ κεχαρισμένα. πρὸς δὲ τὴν σύγκλητον ἐπαγωγὰ τοῦ Κινέου πολλὰ καὶ φιλάνθρωπα διαλεχθέντος, ἄσμενοι μὲν οὐδὲν οὐδὲ ἑτοίμως ἐδέχοντο, καίπερ ἄνδρας τε τοὺς ἡλωκότας ἐν τῇ μάχῃ δίχα λύτρων ἀφιέντος αὐτοῖς τοῦ Πύρρου καὶ συγκατεργάσασθαι τὴν Ἰταλίαν ἐπαγγελλομένου,
18.4
φιλίαν δὲ ἀντὶ τούτων ἑαυτῷ καὶ τοῖς Ταραντίνοις ἄδειαν, ἕτερον δὲ μηδὲν αἰτουμένου. δῆλοί γε μὴν ἦσαν ἐνδιδόντες οἱ πολλοὶ πρὸς τὴν εἰρήνην, ἡττημένοι τε μεγάλῃ μάχῃ καὶ προσδοκῶντες ἑτέραν ἀπὸ μείζονος δυνάμεως, τῶν Ἰταλικῶν τῷ Πύρρῳ προσγεγονότων.
18.5
ἔνθα δὴ Κλαύδιος Ἄππιος, ἀνὴρ ἐπιφανής, ὑπὸ δὲ γήρως ἅμα καὶ πηρώσεως ὀμμάτων ἀπειρη κὼς πρὸς τὴν πολιτείαν καὶ πεπαυμένος, ἀπαγγελλομένων τότε τῶν παρὰ τοῦ βασιλέως καὶ λόγου κατασχόντος ὡς μέλλει ψηφίζεσθαι τὰς διαλύσεις ἡ σύγκλητος, οὐκ ἐκαρτέρησεν, ἀλλὰ τοὺς θεράποντας ἄρασθαι κελεύσας αὑτόν ἐκομίζετο πρὸς τὸ βουλευτήριον ἐν φορείῳ διʼ ἀγορᾶς.
18.6
γενόμενον δὲ πρὸς ταῖς θύραις οἱ μὲν παῖδες ἅμα τοῖς γαμβροῖς ὑπολαβόντες καὶ περισχόντες εἰσῆγον, ἡ δὲ βουλὴ σιωπὴν αἰδουμένη τὸν ἄνδρα μετὰ τιμῆς ἔσχεν.
19.1
ὁ δὲ αὐτόθεν καταστάς, πρότερον μέν, ἔφη, τὴν περὶ τὰ ὄμματα τύχην ἀνιαρῶς ἔφερον, ὦ Ῥωμαῖοι, νῦν δὲ ἄχθομαι πρὸς τῷ τυφλὸς εἶναι μὴ καὶ κωφὸς ὤν, ἀλλʼ ἀκούων αἰσχρὰ βουλεύματα καὶ δόγματα ὑμῶν ἀνατρέ ποντα τῆς Ῥώμης τὸ κλέος, ποῦ γὰρ ὑμῶν ὁ πρός ἅπαντας ἀνθρώπους θρυλούμενος ἀεὶ λόγος, ὡς, εἰ παρῆν ἐκεῖνος εἰς Ἰταλίαν ὁ μέγας Ἀλέξανδρος καὶ συνηνέχθη νέοις ἡμῖν καὶ τοῖς πατράσιν ἡμῶν ἀκμάζουσιν, οὐκ ἂν ὑμνεῖτο νῦν ἀνίκητος, ἀλλʼ ἢ φυγὼν ἂν ἤ ποῦ πεσὼν ἐνταῦθα τὴν Ῥώμην ἐνδοξοτέραν ἀπέλιπε;