Thesauros Literature biography Πύρρος

Πύρρος

Πύρρος Plutarch
22.5 καὶ τῆς στρατιᾶς γενομένης ἑτοίμης ἐνεδύσατο τὴν πανοπλίαν, καὶ προελθὼν προελθὼν with Blass: προσελθών. εὔξατο τῷ Ἡρακλεῖ ποιήσειν ἀγῶνα καὶ θυσίαν ἀριστεῖον, ἂν τοῦ γένους καὶ τῶν ὑπαρχόντων ἄξιον ἀγωνιστὴν αὑτὸν ἀποδείξῃ τοῖς Σικελίαν οἰκοῦσιν Ἕλλησι· τῇ δὲ σάλπιγγι σημήνας καὶ τοῖς βέλεσι τοὺς βαρβάρους ἀνασκεδάσας καὶ τὰς κλίμακας προσαγαγών πρῶτος ἐπέβη τοῦ τείχους.
22.6 ἀντιστάντων δὲ πολλῶν ἀμυνόμενος τοὺς μὲν ἐξέωσε τοῦ τείχους ἐπʼ ἀμφότερα καὶ κατέβαλε, πλείστους δὲ περὶ αὑτὸν τῷ ξίφει χρώμενος ἐσώρευσε νεκρούς, ἔπαθε δὲ αὐτὸς οὐδέν, ἀλλὰ καὶ προσιδεῖν δεινὸς ἐφάνη τοῖς πολεμίοις, καὶ τὸν Ὅμηρον ἔδειξεν ὀρθῶς καὶ μετὰ ἐμπειρίας ἀποφαίνοντα τῶν ἀρετῶν μόνην τὴν ἀνδρείαν φορὰς πολλάκις ἐνθουσιώδεις καὶ μανικὰς φερομένην. ἁλούσης δὲ τῆς πόλεως ἔθυσέ τε τῷ θεῷ μεγαλοπρεπῶς καὶ θέας ἀγώνων παντοδαπῶν παρέσχε.
23.1 τῶν δὲ περὶ Μεσσήνην βαρβάρων, Μαμερτίνων δὲ καλουμένων, πολλὰ τοῖς Ἕλλησιν ἐνοχλούντων, ἐνίους δὲ καὶ φόρου πεποιημένων ὑποτελεῖς, πολλῶν δὲ καὶ μαχίμων ὄντων, διὸ καὶ προσηγορεύθησαν Ἀρήιοι γλώσσῃ τῇ Λατίνων, τοὺς μὲν φορολόγους συλλαβὼν ἀπέκτεινεν, αὐτοὺς δὲ νικήσας μάχῃ πολλὰ τῶν φρουρίων ἐξέκοψε.
23.2 Καρχηδονίοις δὲ συμβατικῶς ἔχουσι, καὶ χρήματα βουλομένοις τελεῖν, εἰ γένοιτο φιλία, καὶ ναῦς ἀποστέλλειν, ἀπεκρίνατο πλειόνων ἐφιέμενος μίαν εἶναι διάλυσιν καὶ φιλίαν πρὸς αὐτούς, εἰ πᾶσαν ἐκλιπόντες Σικελίαν ὅρῳ χρῷντο τῇ Λιβυκῇ θαλάσσῃ πρὸς τοὺς Ἕλληνας.
23.3 εὐτυχίᾳ δὲ καὶ ῥώμῃ τῶν παρόντων ἐπαιρόμενος, καὶ διώκων τὰς ἐλπίδας ἐφʼ αἷς ἀπʼ ἀρχῆς ἔπλευσε, πρώτης δὲ Λιβύης ἐφιέμενος καὶ ναῦς ἔχων πολλὰς πληρωμάτων ἐπιδεεῖς ἤγειρεν ἐρέτας, οὐκ ἐπιεικῶς ἐντυγχάνων οὐδὲ πράως ταῖς πόλεσιν, ἀλλὰ δεσποτικῶς καὶ πρὸς ὀργὴν βιαζόμενος καὶ κολάζων, οὐκ εὐθὺς ὢν οὐδὲ ἐν ἀρχῇ τοιοῦτος, ἀλλὰ καὶ μᾶλλον ἑτέρων τῷ πρὸς χάριν ὁμιλεῖν καὶ πάντα πιστεύειν καὶ μηδὲν ἐνοχλεῖν ὑπαγόμενος, εἶτα γινόμενος ἐκ δημαγωγοῦ τύραννος ἀχαριστίας τῇ χαλεπότητι καὶ ἀπιστίας προσωφλίσκανε δόξαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme