Thesauros Literature biography Γάιος Μάριος

Γάιος Μάριος

Γάιος Μάριος Plutarch
35.1 ταῦτα τὴν πόλιν ἐκ πολλῶν χρόνων ὕπουλον γεγενημένην καὶ νοσοῦσαν ἀνέρρηξεν, εὐφυέστατον εὑρόντος ὄργανον Μαρίου πρὸς τὸν κοινὸν ὄλεθρον τὸ Σουλπικίου θράσος, ὃς διὰ τἆλλα πάντα θαυμάζων καὶ ζηλῶν τὸν Σατορνῖνον ἀτολμίαν ἐπεκάλει τοῖς πολιτεύμασιν αὑτὸν καὶ μέλλησιν.
35.2 αὐτὸς δὲ μὴ μέλλων ἑξακοσίους μὲν εἶχε περὶ αὑτὸν τῶν ἱππικῶν οἷον δορυφόρους, καὶ τούτους ἀντισύγκλητον ὠνόμαζεν, ἐπελθὼν δὲ μεθʼ ὅπλων ἐκκλησιάζουσι τοῖς ὑπάτοις τοῦ μὲν ἑτέρου φυγόντος ἐξ ἀγορᾶς τὸν υἱὸν ἐγκαταλαβὼν ἀπέσφαξε, Σύλλας δὲ παρὰ τὴν οἰκίαν τοῦ Μαρίου διωκόμενος, οὐδενὸς ἂν προσδοκήσαντος, εἰσέπεσε· καὶ τοὺς μὲν διώκοντας ἔλαθε δρόμῳ παρενεχθέντας, ὑπʼ αὐτοῦ δὲ Μαρίου λέγεται κατὰ θύρας ἑτέρας ἀσφαλῶς ἀποπεμφθεὶς διεκπεσεῖν εἴς τὸ στρατόπεδον.
35.3 αὐτὸς δὲ Σύλλας ἐν τοῖς ὑπομνήμασιν οὔ φησι καταφυγεῖν πρὸς τὸν Μάριον, ἀλλʼ ἀπαλλαχθῆναι βουλευσόμενος ὑπὲρ ὧν Σουλπίκιος ἠνάγκαζεν αὑτὸν ἄκοντα ψηφίσασθαι, περισχὼν ἐν κύκλῳ ξίφεσι γυμνοῖς καὶ συνελάσας πρὸς τὸν Μάριον, ἄχρι οὗ προελθὼν ἐκεῖθεν εἴς ἀγοράν, ὡς ἠξίουν ἐκεῖνοι, τὰς ἀπραξίας ἔλυσε.
35.4 γενομένων δὲ τούτων ὅ τε Σουλπίκιος ἤδη κρατῶν ἐπεχειροτόνησε τε Μαρίῳ τὴν στρατηγίαν, ὅ τε Μάριος ἐν παρασκευῇ τῆς ἐξόδου καθειστήκει, καὶ δύο χιλιάρχους ἐξέπεμψε παραληψομένους τὸ Σύλλα στράτευμα. Σύλλας δὲ τοὺς στρατιώτας παροξύνας ἦσαν δὲ τρισμυρίων καὶ πεντακισχιλίων οὐ μείους ὁπλῖται προήγαγεν ἐπὶ τὴν Ῥώμην. τοὺς δὲ χιλιάρχους, οὓς ἐπέπεμψε Μάριος, προσπεσόντες οἱ στρατιῶται διέφθειραν.
35.5 πολλοὺς δὲ καὶ Μάριος ἐν Ῥώμῃ τῶν Σύλλα φίλων ἀνῃρήκει, καὶ δούλοις ἐλευθερίαν ἐκήρυττεν ἐπὶ συμμαχίᾳ· λέγονται δὲ τρεῖς μόνοι προσγενέσθαι. μικρὰ δ̓· ἀντιστὰς εἰσελάσαντι τῷ Σύλλᾳ καὶ ταχέως ἐκβιασθεὶς ἔφυγε. τῶν δὲ περὶ αὐτόν, ὡς πρῶτον ἐξέπεσε τῆς πόλεως, διασπαρέντων, σκότους ὄντος εἴς τι τῶν ἐπαυλίων αὑτοῦ Σολώνιον κατέφυγε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme