Thesauros Literature biography Γάιος Μάριος

Γάιος Μάριος

Γάιος Μάριος Plutarch
38.1 χρόνου δὲ οὐ πολλοῦ διαγενομένου ψόφος αὐτῷ καὶ θόρυβος ἀπὸ τῆς καλύβης προσέπεσεν. ὁ γὰρ Γεμίνιος· ἐκ Ταρρακίνης ἔπεμψε πολλοὺς ἐπὶ τὴν δίωξιν, ὧν ἔνιοι κατὰ τύχην ἐκεῖ προσελθόντες ἐξεφόβουν καὶ κατεβόων τοῦ γέροντος ὡς ὑποδεδεγμένου καὶ κατακρυβόντος πολέμιον Ῥωμαίων.
38.2 ἐξαναστὰς οὖν ὁ Μάριος καὶ ἀποδυσάμενος καθῆκεν ἑαυτὸν εἰς τὴν λίμνην ὕδωρ παχὺ καὶ τελματῶδες ἔχουσαν. ὅθεν οὐ διέλαθε τοὺς ζητοῦντας, ἀλλʼ ἀνασπασθεὶς βορβόρου κατάπλεως γυμνὸς εἰς Μιντούρνας ἀνήχθη καὶ παρεδόθη τοῖς ἄρχουσιν. ἦν γάρ εἰς ἅπασαν ἤδη πόλιν ἐξενηνεγμένον παράγγελμα περὶ τοῦ Μαρίου δημοσίᾳ διώκειν καὶ κτείνειν τοὺς λαβόντας.
38.3 ὅμως δὲ βουλεύσασθαι πρότερον ἐδόκει τοῖς ἄρχουσι καὶ κατατίθενται τὸν Μάριον εἰς οἰκίαν Φαννίας γυναικὸς οὐκ εὐμενῶς δοκούσης ἔχειν πρὸς αὑτὸν ἐξ αἰτίας παλαιᾶς. ἦν γὰρ ἀνήρ τῇ Φαννίᾳ Τιτίννιος· τούτου διαστᾶσα τὴν φερνὴν ἀπῄτει λαμπρὰν οὖσαν. ὁ δὲ μοιχείαν ἐνεκάλει· καὶ γίνεται Μάριος ὑπατεύων τὸ ἕκτον δικαστής.
38.4 ἐπεὶ δὲ τῆς δίκης λεγομένης ἐφαίνετο καὶ τὴν Φαννίαν ἀκόλαστον γεγονέναι καὶ τὸν ἄνδρα τοιαύτην εἰδότα λαβεῖν καὶ συμβιῶσαι πολὺν χρόνον, ἀμφοτέρους δυσχεράνας τὸν μὲν ἄνδρα τὴν φερνὴν ἐκέλευσεν ἀποδοῦναι, τῆς δὲ γυναικὸς ἀτιμίας ἕνεκα τῇ καταδίκῃ χαλκοῦς τέσσαρας προσετίμησεν.
38.5 οὐ μὴν ἥ γε Φαννίᾳ τότε πάθος γυναικὸς ἠδικημένης ἔλαβεν, ἀλλʼ ὡς εἶδε τὸν Μάριον, πορρωτάτω γενομένη τοῦ μνησικακεῖν, ἐκ τῶν παρόντων ἐπεμελεῖτο καὶ παρεθάρρυνεν αὐτόν, ὁ δὲ κἀκείνην ἐπῄνει καὶ θαρρεῖν ἔφασκε· σημεῖον γάρ αὐτῷ γεγονέναι χρηστόν. ἦν δὲ τοιοῦτον. ὡς ἀγόμενος πρὸς τῇ οἰκίᾳ τῆς Φαννίας ἐγεγόνει, τῶν θυρῶν ἀνοιχθεισῶν ὄνος ἔνδοθεν ἐχώρει δρόμῳ, πιόμενος ἀπὸ κρήνης ἐγγὺς ἀπορρεούσης·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme