41.3
εἰδὼς δὲ τὸν μὲν Ὀκτάβιον ἄριστον ἄνδρα καὶ τῷ δικαιοτάτῳ τρόπῳ βουλόμενον ἄρχειν, τὸν δὲ Κίνναν ὕποπτόν τε τῷ Σύλλᾳ καὶ πολεμοῦντα τῇ καθεστώσῃ πολιτείᾳ, τούτῳ προσνέμειν ἑαυτὸν ἔγνω μετὰ τῆς δυνάμεως, ἔπεμψεν οὖν ἐπαγγελλόμενος ὡς ὑπάτῳ πάντα ποιήσειν τὰ προστασσόμενα. δεξαμένου δὲ τοῦ Κίννα καὶ προσαγορεύσαντος αὐτὸυ ἀνθύπατον, ῥάβδους δὲ καὶ τἆλλα παράσημα τῆς ἀρχῆς ἀποστείλαντος, οὐκ ἔφη πρέπειν αὐτοῦ ταῖς τύχαις τὸν κόσμον,
41.4
ἀλλʼ ἐσθῆτι φαύλῃ κεχρημένος καὶ κομῶν ἀφʼ ἧς ἔφυγεν ἡμέρας, ὑπὲρ ἑβδομήκοντα γεγονὼς ἔτη βάδην προσῄει, βουλόμενος μὲν ἐλεεινὸς εἶναι, τῷ δὲ οἴκτῳ συμμέμικτο τὸ οἰκεῖον τῆς ὄψεως αὐτοῦ πλέον τὸ φοβερόν, καὶ διέφαινεν ἡ κατήφεια τὸν θυμὸν οὐ τεταπεινωμένον, ἀλλʼ ἐξηγριωμένον ὑπὸ τῆς μεταβολῆς.
42.1
ἀσπασάμενος δὲ τὸν Κίνναν καὶ τοῖς στρατιώταις ἐντυχὼν εὐθὺς εἴχετο τοῦ ἔργου καὶ μεγάλην μεταβολὴν τῶν πραγμάτων ἐποίησε. πρῶτον μὲν γάρ ταῖς ναυσὶ τὰ σιτηγὰ περικόπτων καὶ τοὺς ἐμπόρους ληιζόμενος ἐκράτησε τῆς ἀγορᾶς, ἔπειτα τὰς παραλίους πόλεις ἐπιπλέων ᾕρει. τέλος δὲ τὴν Ὠστίαν αὐτὴν λαβὼν ἐκ προδοσίας τά τε χρήματα διήρπασε καὶ τῶν ἀνθρώπων τοὺς πολλοὺς ἀπέκτεινε, καὶ γεφυρώσας τὸν ποταμὸν ἀπέκοψε κομιδῇ τὰς ἐκ θαλάσσης εὐπορίας τῶν πολεμίων.
42.2
ἄρας δὲ τῷ στρατῷ πρὸς τὴν πόλιν ἐχώρει καὶ τὸ καλούμενον Ἰανοῦκλον ὄρος κατέσχεν, οὐ τοσοῦτον ἀπειρίᾳ τοῦ Ὀκταβίου τὰ πράγματα βλάπτοντος, ὅσον ἀκριβείᾳ τῶν δικαίων προϊεμένου τὰ χρειώδη παρὰ τὸ συμφέρον, ὅς γε πολλῶν κελευόντων αὐτὸν ἐπʼ ἐλευθερίᾳ καλεῖν τοὺς οἰκέτας οὐκ ἔφη δούλοις μεταδώσειν τῆς πατρίδος, ἧς Γάϊον Μάριον εἴργει τοῖς νόμοις ἀμύνων.
42.3
ἐπεὶ δὲ Μέτελλος υἱὸς Μετέλλου τοῦ στρατηγήσαντος ἐν Λιβύῃ καὶ διὰ Μάριον ἐκπεσόντος ἧκεν εἰς Ῥώμην καὶ πολὺ τοῦ Ὀκταβίου στρατηγικώτερος ἐφαίνετο, καταλιπόντες οἱ στρατιῶται τὸν Ὀκτάβιον ἧκον ὡς ἐκεῖνον ἄρχειν δεόμενοι καὶ σῴζειν τὴν πόλιν εὖ γὰρ ἀγωνιεῖσθαι καὶ κρατήσειν ἔμπειρον ἡγεμόνα καὶ δραστήριον λαβόντες. ἀγανακτήσαντος δὲ τοῦ Μετέλλου καὶ κελεύοντος ἀπιέναι πρὸς τὸν ὕπατον, ᾤχοντο πρὸς τοὺς πολεμίους, ὑπεξέστη δὲ καὶ Μέτελλος ἀπογνοὺς τὴν πόλιν.