46.4
ἀλλʼ ὅμως τοῦτο τῆς τύχης ὡς ἀλλότριον ἐκβάλλοντες ἐκεῖνο τὸ ἄδηλον ὀνειρώττουσιν, εἰκότα πάσχοντες, πρὶν γὰρ ἐκ λόγου καὶ παιδείας ἕδραν ὑποβαλέσθαι καὶ κρηπῖδα τοῖς ἔξωθεν ἀγαθοῖς, συνάγοντες αὐτὰ καὶ συμφοροῦντες ἐμπλῆσαι τῆς ψυχῆς οὐ δύνανται τὸ ἀκόρεστον.
46.5
ἀποθνῄσκει δ’ οὖν Μάριος ἡμέρας ἑπτακαίδεκα τῆς ἑβδόμης ὑπατείας ἐπιλαβών. καὶ μέγα ἔσχε παραυτίκα τὴν Ῥώμην χάρμα καὶ θάρσος ὡς χαλεπῆς τυραννίδος ἀπηλλαγμένην· ὀλίγαις δὲ ἡμέραις ᾔσθοντο νέον ἀντηλλαγμένοι καὶ ἀκμάζοντα ἀντὶ πρεσβύτου δεσπότην τοσαύτην ὁ υἱὸς αὐτοῦ Μάριος ὠμότητα καὶ πικρίαν ἀπεδείξατο, τοὺς ἀρίστους καὶ δοκιμωτάτους ἀναιρῶν.
46.6
δόξας δὲ καὶ τολμητὴς καὶ φιλοκίνδυνος εἶναι πρὸς τοὺς πολεμίους ἐν ἀρχῇ παῖς Ἄρεος ὠνομάζετο, ταχὺ δὲ τοῖς ἔργοις ἐλεγχόμενος αὖθις Ἀφροδίτης υἱὸς ἐκαλεῖτο. τέλος δὲ κατακλεισθεὶς εἰς Πραινεστὸν ὑπὸ Σύλλα καὶ πολλὰ φιλοψυχήσας μάτην, ὡς ἦν ἄφυκτα τῆς πόλεως ἁλισκομένης, αὐτὸς αὑτὸν ἀπέκτεινεν.