22.5
οὗτοι μὲν οὖν ἐμαρτύρουν ταῦτα τῷ Λεωτυχίδᾳ· τὸν δʼ Ἀγησίλαον λαμπρὸν ὄντα τἆλλα καὶ συναγωνιστῇ τῷ Λυσάνδρῳ χρώμενον ἔβλαπτε Διοπείθης, ἀνὴρ εὐδόκιμος ἐπὶ χρησμολογίᾳ, τοιόνδε μάντευμα προφέρων εἰς τὴν χωλότητα τοῦ Ἀγησιλάου· φράζεο δή, Σπάρτη, καίπερ μεγάλαυχος ἐοῦσα, μὴ σέθεν ἀρτίποδος βλάστῃ χωλὴ βασιλεία. δηρὸν γὰρ μόχθοι σε κατασχήσουσιν ἄελπτοι φθισιβρότου τʼ ἐπὶ κῦμα κυλινδόμενον πολέμοιο.
22.6
πολλῶν οὖν ὑποκατακλινομένων πρὸς τὸ λόγιον καὶ τρεπομένων πρὸς τὸν Λεωτυχίδαν, ὁ Λύσανδρος οὐκ ὀρθῶς ἔφη τὸν Διοπείθη τὴν μαντείαν ὑπολαμβάνειν· οὐ γὰρ ἂν προσπταίσας τις ἄρχῃ Λακεδαιμονίων, δυσχεραίνειν τὸν θεόν, ἀλλὰ χωλὴν εἶναι τὴν βασιλείαν εἰ νόθοι καὶ κακῶς γεγονότες βασιλεύσουσι σὺνσὺν supplied by Sintenis alone. Ἡρακλείδαις. τοιαῦτα λέγων καὶ δυνάμενος πλεῖστον ἔπεισε, καὶ γίνεται βασιλεὺς Ἀγησίλαος.
23.1
εὐθὺς οὖν αὐτὸν ἐξώρμα καὶ προὔτρεπεν ὁ Λύσανδρος εἰς τὴν Ἀσίαν στρατεύειν, ὑποτιθεὶς ἐλπίδας ὡς καταλύσοντι Πέρσας καὶ μεγίστῳ γενησομένῳ, πρός τε τοὺς ἐν Ἀσίᾳ φίλους ἔγραψεν αἰτεῖσθαι κελεύων παρὰ Λακεδαιμονίων στρατηγὸν Ἀγησίλαον ἐπὶ τὸν πρὸς τοὺς βαρβάρους πόλεμον.
23.2
οἱ δὲ ἐπείθοντο καὶ πρέσβεις ἔπεμπον εἰς Λακεδαίμονα δεομένους· ὃ δοκεῖ τῆς βασιλείας οὐκ ἔλαττον Ἀγησιλάῳ καλὸν ὑπάρξαι διὰ Λύσανδρον. ἀλλʼ αἱ φιλότιμοι φύσεις ἄλλως μὲν οὐ κακαὶ πρὸς τὰς ἡγεμονίας εἰσί, τὸ δὲ φθονεῖν τοῖς ὁμοίοις διὰ δόξαν οὐ μικρὸν ἐμπόδιον τῶν καλῶν πράξεων ἔχουσι· ποιοῦνται γὰρ ἀνταγωνιστὰς τῆς ἀρετῆς οἷς πάρεστι χρῆσθαι συνεργοῖς.
23.3
Ἀγησίλαος μὲν οὖν ἐπηγάγετο Λύσανδρον ἐν τοῖς τριάκοντα συμβούλοις ὡς μάλιστα καὶ πρώτῳ τῶν φίλων χρησόμενος· ἐπεὶ δὲ εἰς τὴν Ἀσίαν παραγενομένων πρὸς ἐκεῖνον μὲν οὐκ ἔχοντες οἱ ἄνθρωποι συνήθως βραχέα καὶ σπανίως διελέγοντο, τὸν δὲ Λύσανδρον ἐκ πολλῆς τῆς πρόσθεν ὁμιλίας οἵ τε φίλοι θεραπεύοντες οἵ τε ὕποπτοι δεδοικότες ἐφοίτων ἐπὶ θύρας καὶ παρηκολούθουν,