23.4
οἷον ἐν τραγῳδίαις ἐπιεικῶς συμβαίνει περὶ τοὺς ὑποκριτάς, τὸν μὲν ἀγγέλου τινὸς ἢ θεράποντος ἐπικείμενονἐπικείμενον Bekker adopts Coraës’ correction to περικείμενον. πρόσωπον εὐδοκιμεῖν καὶ πρωταγωνιστεῖν, τὸν δὲ διάδημα καὶ σκῆπτρον φοροῦντα μηδὲ ἀκούεσθαι φθεγγόμενον, οὕτω περὶ τὸν σύμβουλον ἦν τὸ πᾶν ἀξίωμα τῆς ἀρχῆς, τῷ δὲ βασιλεῖ τοὔνομα τῆς δυνάμεως ἔρημον ἀπελείπετο.
23.5
γενέσθαι μὲν οὖν ἴσως ἔδει τινὰ τῆς ἐκμελοῦς ταύτης φιλοτιμίας ἐπαφὴν καὶ συσταλῆναι τὸν Λύσανδρον ἄχρι τῶν δευτερείων· τὸ δὲ παντελῶς ἀπορρῖψαι καὶ προπηλακίσαι διὰ δόξαν εὐεργέτην ἄνδρα καὶ φίλον οὐκ ἦν ἄξιον Ἀγησιλάῳ προσεῖναι.πρῶτον μὲν οὖν οὐ παρεῖχεν αὐτῷ πράξεων ἀφορμάς, οὐδὲ ἔταττεν ἐφʼ ἡγεμονίας· ἔπειτα ὑπὲρ ὧν αἴσθοιτό τι πράττοντα καὶ σπουδάζοντα τὸν Λύσανδρον, ἀεὶ τούτους πάντων ἀπράκτους καὶ τῶν ἐπιτυχόντων ἔλαττον ἔχοντας ἀπέπεμπε, παραλύων ἡσυχῆ καὶ διαψύχων τὴν ἐκείνου δύναμιν.
23.6
ἐπεὶ δὲ τῶν πάντων διαμαρτάνων ὁ Λύσανδρος ἔγνω τοῖς φίλοις τὴν παρʼ αὑτοῦ σπουδὴν ἐναντίωμα γινομένην, αὐτός τε τὸ βοηθεῖν ἐξέλιπε κἀκείνων ἐδεῖτο μὴ προσιέναι μηδὲ θεραπεύειν αὐτόν, ἀλλὰ τῷ βασιλεῖ διαλέγεσθαι καὶ τοῖς δυναμένοις ὠφελεῖν τοὺς τιμῶντας αὐτοὺς μᾶλλον ἐν τῷ παρόντι.
23.7
ταῦτα ἀκούοντες οἱ πολλοὶ τοῦ μὲν ἐνοχλεῖν αὐτὸν περὶ πραγμάτων ἀπείχοντο, τὰς δὲ θεραπείας οὐ κατέλιπον, ἀλλὰ προσφοιτῶντες ἐν τοῖς περιπάτοις καὶ γυμνασίοις ἔτι μᾶλλον ἢ πρότερον ἠνίων τὸν Ἀγησίλαον ὑπὸ φθόνου τῆς τιμῆς, ὥστε τοῖς πολλοῖς ΣπαρτιάταιςΣπαρτιάταις the correction of Emperius: στρατιώταις (soldiers). ἡγεμονίας πραγμάτων καὶ διοικήσεις πόλεων ἀποδιδοὺς τὸν Λύσανδρον ἀπέδειξε κρεοδαίτην. εἶτα οἷον ἐφυβρίζων πρὸς τοὺς Ἴωνας, ἀπιόντες, ἔφη, νῦν τὸν ἐμὸν κρεοδαίτην θεραπευέτωσαν.
23.8
ἔδοξεν οὖν τῷ Λυσάνδρῳ διὰ λόγων πρὸς αὐτὸν ἐλθεῖν· καὶ γίνεται βραχὺς καὶ Λακωνικὸς αὐτῶν διάλογος. ἦ καλῶς ᾔδεις, ὦ Ἀγησίλαε, φίλους ἐλαττοῦν. καὶ ὅς· ἄν γε ἐμοῦ βούλωνται μείζονες εἶναι· τοὺς δὲ αὔξοντας τὴν ἐμὴν δύναμιν καὶ μετέχειν αὐτῆς δίκαιον.