Thesauros Literature biography Λύσανδρος

Λύσανδρος

Λύσανδρος Plutarch
10.4 ἐν τούτῳ δὲ Ἀλκιβιάδης (ἐτύγχανε γὰρ περὶ Χερρόνησον ἐν τοῖς ἑαυτοῦ τείχεσι διαιτώμενος) ἵππῳ προσελάσας πρὸς τὸ στράτευμα τῶν Ἀθηναίων ᾐτιᾶτο τοὺς στρατηγοὺς πρῶτον μὲν οὐ καλῶς οὐδʼ ἀσφαλῶς στρατοπεδεύειν ἐν αἰγιαλοῖς δυσόρμοις καὶ ἀναπεπταμένοις· ἔπειτα πόρρωθεν ἐκ Σηστοῦ τὰ ἐπιτήδεια λαμβάνοντας ἁμαρτάνειν,
10.5 δέον εἰς λιμένα καὶ πόλιν Σηστὸν διʼ ὀλίγου περιπλεύσαντας, ἀπωτέρω γενέσθαι τῶν πολεμίων ἐφορμούντων στρατεύματι μοναρχουμένῳ καὶ πάντα πρὸς φόβον ὀξέως ἀπὸ συνθήματος ὑπηρετοῦντι. ταῦτα δὲ αὐτοῦ διδάσκοντος οὐκ ἐπείθοντο, Τυδεὺς δὲ καὶ πρὸς ὕβριν ἀπεκρίνατο, φήσας οὐκ ἐκεῖνον, ἀλλʼ ἑτέρους στρατηγεῖν.
11.1 ὁ μὲν οὖν Ἀλκιβιάδης ὑποπτεύσας τι καὶ προδοσίας ἐν αὐτοῖς ἀπηλλάττετο. πέμπτῃ δὲ ἡμέρᾳ τῶν Ἀθηναίων ποιησαμένων τὸν ἐπίπλουν καὶ πάλιν ἀπερχομένων, ὥσπερ εἰώθεσαν, ὀλιγώρως πάνυ καὶ καταφρονητικῶς, ὁ Λύσανδρος ἐκπέμπων τὰς κατασκόπους ναῦς ἐκέλευσε τοὺς τριηράρχους, ὅταν ἴδωσι τοὺς Ἀθηναίους ἐκβεβηκότας, ἐλαύνειν ἀποστρέψαντας ὀπίσω τάχει παντί, καὶ γενομένους κατὰ μέσον τὸν πόρον ἀσπίδα χαλκῆν ἐπάρασθαι πρῴραθεν ἐπίπλου σύμβολον.
11.2 αὐτὸς δὲ τοὺς κυβερνήτας καὶ τριηράρχους ἐπιπλέων ἀνεκαλεῖτο καὶ παρώρμα συνέχειν ἕκαστον ἐν τάξει τὸ πλήρωμα καὶ τοὺς ναύτας καὶ τοὺς ἐπιβάτας, ὅταν δὲ σημανθῇ, μετὰ προθυμίας καὶ ῥώμης ἐλαύνειν ἐπὶ τοὺς πολεμίους. ὡς δὲ ἥ τε ἀσπὶς ἀπὸ τῶν νεῶν ἤρθη καὶ τῇ σάλπιγγι τὴν ἀναγωγὴν ἐσήμαινεν ἀπὸ τῆς ναυαρχίδος, ἐπέπλεον μὲν αἱ νῆες, ἡμιλλῶντο δὲ οἱ πεζοὶ παρὰ τὸν αἰγιαλὸν ἐπὶ τὴν ἄκραν.
11.3 τὸ δὲ μεταξὺ τῶν ἠπείρων διάστημα ταύτῃ πεντεκαίδεκα σταδίων ἐστί, καὶ ταχέως ὑπὸ σπουδῆς καὶ προθυμίας τῶν ἐλαυνόντων συνῄρητο. Κόνων δὲ πρῶτος ὁ τῶν Ἀθηναίων στρατηγὸς ἀπὸ τῆς γῆς ἰδὼν ἐπιπλέοντα τὸν στόλον ἐξαίφνης ἀνεβόησεν ἐμβαίνειν, καὶ περιπαθῶν τῷ κακῷ τοὺς μὲν ἐκάλει, τῶν δὲ ἐδεῖτο, τοὺς δὲ ἠνάγκαζε πληροῦν τὰς τριήρεις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme