Thesauros Literature biography Σύλλας

Σύλλας

Σύλλας Plutarch
9.2 ἡ δὲ σύγκλητος ἦν μὲν οὐχ αὑτῆς, ἀλλὰ τοῖς Μαρίου καὶ Σουλπικίου διῳκεῖτο προστάγμασι, πυθομένη δὲ τὸν Σύλλαν ἐπὶ τὴν πόλιν ἐλαύνειν ἔπεμψε δύο τῶν στρατηγῶν, Βροῦτον καὶ Σερουΐλιον, ἀπαγορεύσοντας αὐτῷ βαδίζειν. τούτους θρασύτερον Σύλλᾳ διαλεχθέντας ὥρμησαν μὲν ἀνελεῖν οἱ στρατιῶται, τὰς δὲ ῥάβδους κατέκλασαν καὶ τὰς περιπορφύρους ἀφείλοντο καὶ πολλὰ περιυβρισμένους ἀπέπεμψαν, αὐτόθεν τε δεινὴν κατήφειαν, ὁρωμένους τῶν στρατηγικῶν παρασήμων ἐρήμους, καὶ τὴν στάσιν οὐκέτι καθεκτήν, ἀλλʼ ἀνήκεστον ἀπαγγέλλοντας.
9.3 οἱ μὲν οὖν περὶ τὸν Μάριον ἐν παρασκευαῖς ἦσαν· ὁ δὲ Σύλλας ἄγων ἓξ τάγματα τέλεια μετὰ τοῦ συνάρχοντος ἀπὸ Νώλης ἐκίνει, τὸν μὲν στρατὸν ὁρῶν πρόθυμον ὄντα χωρεῖν εὐθὺς ἐπὶ τὴν πόλιν, ἐνδοιάζων δὲ τῇ γνώμῃ παρʼ ἑαυτῷ καὶ δεδοικὼς τὸν κίνδυνον. ὁ δὲ μάντις Ποστούμιος θύσαντος αὐτοῦ καταμαθὼν τὰ σημεῖα, καὶ τὰς χεῖρας ἀμφοτέρας τῷ Σύλλᾳ προτείνας, ἠξίου δεθῆναι καὶ φυλάττεσθαι μέχρι τῆς μάχης, ὡς, εἰ μὴ πάντα ταχὺ καὶ καλῶς αὐτῷ συντελεσθείη, τὴν ἐσχάτην δίκην ὑποσχεῖν βουλόμενος.
9.4 λέγεται δὲ καὶ κατὰ τοὺς ὕπνους αὑτῷ Σύλλᾳ φανῆναι θεὸν ἣν τιμῶσι Ῥωμαῖοι παρὰ Καππαδοκῶν μαθόντες, εἴτε δὴ Σελήνην οὖσαν εἴτε Ἀθηνᾶν εἴτε Ἐνυώ. ταύτην ὁ Σύλλας ἔδοξεν ἐπιστᾶσαν ἐγχειρίσαι κεραυνὸν αὑτῷ, καὶ τῶν ἐχθρῶν ἕκαστον ὀνομάζουσαν τῶν ἐκείνου βάλλειν κελεῦσαι, τοὺς δὲ πίπτειν βαλλομένους καὶ ἀφανίζεσθαι. θαρσήσας δὲ τῇ ὄψει καὶ φράσας τῷ συνάρχοντι μεθʼ ἡμέραν ἐπὶ τὴν Ῥώμην ἡγεῖτο.
9.5 καὶ περὶ Πικτὰς αὐτῷ πρεσβείας ἐντυχούσης καὶ δεομένης μὴ βαδίζειν εὐθὺς ἐξ ἐφόδου, πάντα γὰρ ἔσεσθαι τὰ δίκαια τῆς βουλῆς ψηφισαμένης, ὡμολόγησε μὲν αὐτοῦ καταστρατοπεδεύσειν καὶ διαμετρεῖν ἐκέλευε χώρας, ὥσπερ εἰώθει, τῷ στρατοπέδῳ τοὺς ἡγεμόνας, ὥστε τοὺς πρέσβεις ἀπελθεῖν πιστεύσαντας· ἐκείνων δὲ ἀπελθόντων εὐθὺς ἐκπέμψας Λεύκιον Βάσιλλον καὶ Γάϊον Μόμμιον καταλαμβάνει τὴν πύλην διʼ αὐτῶν καὶ τὰ τείχη τὰ περὶ τὸν λόφον τὸν Αἰσκυλῖνον· εἶτʼ αὐτὸς ἁπάσῃ σπουδῇ συνῆπτε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme