9.6
τῶν δὲ περὶ τὸν Βάσιλλον εἰς τὴν πόλιν ἐμπεσόντων καὶ κρατούντων, ὁ πολὺς καὶ ἄνοπλος δῆμος ἀπὸ τῶν τεγῶν κεράμῳ καὶ λίθῳ βάλλοντες ἐπέσχον αὐτοὺς τοῦ πρόσω χωρεῖν καὶ συνέστειλαν εἰς τὸ τεῖχος, ἐν τούτῳ δὲ ὁ Σύλλας παρῆν ἤδη, καὶ συνιδὼν τὸ γινόμενον ἐβόα τὰς οἰκίας ὑφάπτειν, καὶ λαβὼν δᾷδα καιομένην ἐχώρει πρῶτος αὐτός, καὶ τοὺς τοξότας ἐκέλευε χρῆσθαι τοῖς πυροβόλοις ἄνω τῶν στεγασμάτων ἐφιεμένους, κατʼ οὐδένα λογισμόν,
9.7
ἀλλʼ ἐμπαθὴς ὢν καὶ τῷ θυμῷ παραδεδωκὼς τὴν τῶν πρασσομένων ἡγεμονίαν, ὅς γε τοὺς ἐχθροὺς μόνον ἑώρα, φίλους δὲ καὶ συγγενεῖς καὶ οἰκείους εἰς οὐδένα λόγον θέμενος οὐδʼ οἶκτον κατῄει διὰ πυρός, ᾧ τῶν αἰτίων καὶ μὴ διάγνωσις οὐκ ἦν. τούτων δὲ γινομένων Μάριος ἐξωσθεὶς πρὸς τὸ τῆς Γῆς ἱερὸν ἐκάλει διὰ κηρύγματος ἐπʼ ἐλευθερίᾳ τὸ οἰκετικόν ἐπελθόντων δὲ τῶν πολεμίων κρατηθεὶς ἐξέπεσε τῆς πόλεως.
10.1
Σύλλας δὲ τὴν βουλὴν συναγαγὼν καταψηφίζεται θάνατον αὐτοῦ τε Μαρίου καὶ ὀλίγων ἄλλων, ἐν οἷς Σουλπίκιος ἦν ὁ δήμαρχος, ἀλλὰ Σουλπίκιος μέν ἀπεσφάγη προδοθεὶς ὑπὸ θεράποντος, ὃν ὁ Σύλλας ἠλευθέρωσεν, εἶτα κατεκρήμνισε, Μαρίῳ δʼ ἐπεκήρυξεν ἀργύριον, οὐκ εὐγνωμόνως οὐδὲ πολιτικῶς, ᾧ γε μικρὸν ἔμπροσθεν ὑποχείριον εἰς τὴν οἰκίαν δοὺς ἑαυτὸν ἀσφαλῶς ἀφείθη.
10.2
καίτοι Μαρίῳ τότε μὴ διέντι Σύλλαν, ἀλλʼ ἀποθανεῖν ὑπὸ Σουλπικίου προεμένῳ, πάντων κρατεῖν ὑπῆρχεν, ἀλλʼ ὅμως ἐφείσατο καὶ μεθʼ ἡμέρας ὀλίγας τὴν αὐτὴν λαβὴν παρασχὼν οὐκ ἔτυχε τῶν ὁμοίων. ἐφʼ οἷς ὁ Σύλλας τὴν μέν σύγκλητον ἀδήλως ἠνίασεν ἡ δὲ παρὰ τοῦ δήμου δυσμένεια καὶ νέμεσις αὐτῷ φανερὰ διʼ ἔργων ἀπήντα.
10.3
Νώνιον μέν γε τὸν ἀδελφιδοῦν αὐτοῦ καὶ Σερουήϊον ἀρχὰς μετιόντας ἀποψηφισάμενοι καὶ καθυβρίσαντες ἑτέρους κατέστησαν ἄρχοντας, οὓς μάλιστα τιμῶντες ᾤοντο λυπεῖν ἐκεῖνον, ὁ δὲ τούτοις τε προσεποιεῖτο χαίρειν, ὡς τοῦ δήμου τῷ ποιεῖν ἃ βούλοιτο διʼ αὐτὸν ἀπολαύοντος τῆς ἐλευθερίας, καὶ θεραπεύων τὸ τῶν πολλῶν μῖσος ὕπατον κατέστησεν ἀπὸ τῆς ἐναντίας στάσεως Λεύκιον Κίνναν, ἀραῖς καὶ ὅρκοις καταλαβὼν εὐνοήσειν τοῖς ἑαυτοῦ πράγμασιν.