Thesauros Literature biography Σύλλας

Σύλλας

Σύλλας Plutarch
14.7 ἑαλωκότος δὲ τοῦ ἄστεος ὁ μὲν τύραννος εἰς τὴν ἀκρόπολιν καταφυγὼν ἐπολιορκεῖτο, Κουρίωνος ἐπὶ τούτῳ τεταγμένου· καὶ χρόνον ἐγκαρτερήσας συχνὸν αὐτός ἑαυτὸν ἐνεχείρισε δίψει πιεσθείς, καὶ τὸ δαιμόνιον εὐθὺς ἐπεσήμηνε· τῆς γὰρ αὐτῆς ἡμέρας τε καὶ ὥρας ἐκεῖνόν τε Κουρίων κατῆγε, καὶ νεφῶν ἐξ αἰθρίας συνδραμόντων πλῆθος ὄμβρου καταρραγὲν ἐπλήρωσεν ὕδατος τὴν ἀκρόπολιν. εἷλεεἷλε Bekker, after Emperius: εἶχε. δὲ καὶ τὸν Πειραιᾶ μετʼ οὐ πολὺν χρόνον ὁ Σύλλας, καὶ τὰ πλεῖστα κατέκαυσεν, ὧν ἦν καὶ ἡ Φίλωνος ὁπλοθήκη, θαυμαζόμενον ἔργον.
15.1 ἐν δὲ τούτῳ Ταξίλης ὁ Μιθριδάτου στρατηγὸς ἐκ Θρᾴκης καὶ Μακεδονίας καταβεβηκὼς δέκα μυριάσι πεζῶν καὶ μυρίοις ἱππεῦσι καὶ τεθρίπποις ἐνενήκοντα δρεπανηφόροις ἐκάλει τὸν Ἀρχέλαον, ἔτι ναυλοχοῦντα περὶ τὴν Μουνυχίαν καὶ μήτε τῆς θαλάττης βουλόμενον ἀποστῆναι μήτε πρόθυμον ὄντα συμπλέκεσθαι τοῖς Ῥωμαίοις, ἀλλὰ χρονοτριβεῖν τὸν πόλεμον καὶ τὰς εὐπορίας αὐτῶν ἀφαιρεῖν.
15.2 ἃ δὴ πολὺ μᾶλλον ἐκείνου συνορῶν ὁ Σύλλας ἀνέζευξεν εἰς Βοιωτίαν ἐκ χωρίων γλίσχρων καὶ μηβὲ ἐν εἰρήνῃ τρέφειν ἱκανῶν ὄντων, καὶ τοῖς πολλοῖς ἐδόκει σφάλλεσθαι τὸν λογισμόν, ὅτι τὴν Ἀττικὴν τραχεῖαν οὖσαν καὶ δύσιππον ἀπολιπὼν ἐνέβαλεν ἑαυτὸν πεδιάσι καὶ ἀναπεπταμέναις ταῖς περὶ τὴν Βοιωτίαν χώραις, ὁρῶν ἐν ἅρμασι καὶ ἵπποις τὴ;ν βαρβαρικὴν οὖσαν ἀλκήν.
15.3 ἀλλὰ φεύγων, ὥσπερ εἴρηται, λιμὸν καὶ σπάνιν ἠναγκάζετο διώκειν τὸν ἐκ τῆς μάχης κίνδυνον. ἔτι δὲ Ὁρτήσιος αὐτὸν ἐφόβει, στρατηγικὸς ἀνὴρ καὶ φιλόνεικος, ὃν ἐκ Θετταλίας ἄγοντα τῷ Σύλλᾳ δύναμιν ἐν τοῖς στενοῖς οἱ βάρβαροι παρεφύλαττον. διὰ ταῦτα μὲν εἰς τὴν Βοιωτίαν ἀνέζευξεν ὁ Σύλλας· Ὁρτήσιον δὲ Κάφις, ἡμέτερος ὤν, ἑτέραις ὁδοῖς ψευσάμενος τοὺς βαρβάρους διὰ τοῦ Παρνασσοῦ κατῆγεν ὑπʼ αὐτὴν τὴν Τιθόραν, οὔπω τοσαύτην πόλιν οὖσαν ὅση νῦν ἐστιν,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme