Thesauros Literature biography Λούκουλλος

Λούκουλλος

Λούκουλλος Plutarch
1.6 τῆς δὲ πρὸς τὸν ἀδελφὸν αὐτοῦ Μᾶρκον εὐνοίας πολλῶν τεκμηρίων ὄντων μάλιστα Ῥωμαῖοι τοῦ πρώτου μνημονεύουσι. πρεσβύτερος γὰρ ὢν αὐτοῦ λαβεῖν ἀρχήν μόνος οὐκ ἠθέλησεν, ἀλλὰ τὸν ἐκείνου καιρὸν ἀναμείνας οὕτως ἐπηγάγετο τὸν δῆμον, ὥστε σὺν ἐκείνῳ μὴ παρὼν ἀγορανόμος αἱρεθῆναι.
2.1 νέος δʼ ὢν ἐν τῷ Μαρσικῷ πολέμῳ πολλὰ μὲν τόλμης δείγματα παρέσχε καὶ συνέσεως, μᾶλλόν γε μὴν αὐτὸν διʼ εὐστάθειαν καὶ πρᾳότητα Σύλλας προσηγάγετο, καὶ χρώμενος ἀπʼ ἀρχῆς ἐπὶ τὰ πλείστης ἄξια σπουδῆς διετέλεσεν ὧν ἦν καὶ ἡ περὶ τὸ νόμισμα πραγματεία.
2.2 διʼ ἐκείνου γὰρ ἐκόπη τὸ πλεῖστον ἐν Πελοποννήσῳ περὶ τὸν Μιθριδατικὸν πόλεμον, καὶ Λουκούλλειον ἀπʼ ἐκείνου προσηγορεύθη, καὶ διετέλεσεν ἐπὶ πλεῖστον, ὑπὸ τῶν στρατιωτικῶν χρειῶν ἐν τῷ πολέμῳ λαμβάνον ἀμοιβὴν ταχεῖαν. ἐκ τούτου τῆς μὲν γῆς ἐπικρατῶν ὁ Σύλλας ἐν ταῖς Ἀθήναις, περικοπτόμενος δὲ τὴν ἀγορὰν ἐκ τῆς θαλάττης ὑπὸ τῶν πολεμίων ναυκρατούντων, ἐξέπεμψεν ἐπʼ Αἰγύπτου καὶ Λιβύης τὸν Λούκουλλον ἄξοντα ναῦς ἐκεῖθεν.
2.3 ἦν μὲν οὖν ἀκμὴ χειμῶνος, ἐξέπλευσε δὲ τρισὶν Ἑλληνικοῖς μυοπάρωσι καὶ δικρότοις ἴσαις Ῥοδιακαῖς πρὸς μέγα πέλαγος καὶ ναῦς πολεμίας, πανταχόσε τῷ κρατεῖν πολλὰς διαφερομένας, παραβαλλόμενος. οὐ μὴν ἀλλὰ καὶ Κρήτην κατάρας ὠκειώσατο καὶ Κυρηναίους καταλαβὼν ἐκ τυραννίδων συνεχῶν καὶ πολέμων ταραττομένους ἀνέλαβε, καὶ κατεστήσατο τὴν πολιτείαν Πλατωνικῆς τινος φωνῆς ἀναμνήσας τὴν πόλιν, ἣν ἐκεῖνος ἀπεθέσπισε πρὸς αὐτούς.
2.4 δεομένων γὰρ, ὡς ἔοικεν, ὅπως τε νόμους γράψῃ καὶ τὸν δῆμον αὐτὸν εἰς τύπον τινὰ καταστήσῃ πολιτείας σώφρονος, ἔφη χαλεπὸν εἶναι Κυρηναίοις οὕτως εὐτυχοῦσι νομοθετεῖν. οὐδὲν γὰρ ἀνθρώπου δυσαρκτότερον εὖ πράσσειν δοκοῦντος, οὐδʼ αὖ πάλιν δεκτικώτερον ἐπιστασίας συσταλέντος ὑπὸ τῆς τύχης, ὃ καὶ τότε Κυρηναίους νομοθετοῦντι Λουκούλλῳ πρᾴους παρέσχεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme