Thesauros Literature biography Λούκουλλος

Λούκουλλος

Λούκουλλος Plutarch
25.5 ἐκ τούτου Τιγράνης μὲν ἐκλιπὼν Τιγρανόκερτα, μεγάλην πόλιν ἐκτισμένην ὑπʼ αὐτοῦ, πρὸς τὸν Ταῦρον ἀνεχώρησε καὶ τὰς δυνάμεις πανταχόθεν ἐνταῦθα συνῆγε, Λούκουλλος δὲ τῇ παρασκευῇ χρόνον οὐ διδούς Μουρήναν μὲν ἐξέπεμψεν ἐνοχλήσοντα καὶ περικόψοντα τοὺς ἀθροιζομένους πρὸς τὸν Τιγράνην, Σεξτίλιον δὲ πάλιν Ἀράβων χεῖρα μεγάλην ἀνείρξοντα βασιλεῖ προσιοῦσαν·
25.6 ὁμοῦ δὲ Σεξτίλιος μὲν ἐπιπεσὼν στρατόπεδον ποιουμένοις τοῖς Ἄραψι τοὺς πλείστους διέφθειρε, Μουρήνας δʼ ἑπόμενος Τιγράνῃ τραχὺν αὐλῶνα καὶ στενόπορον στρατῷ μακρῷ διεκβάλλοντι καιροῦ παρασχόντος ἐπιτίθεται, καὶ φεύγει μὲν αὐτὸς Τιγράνης προέμενος τὴν ἀποσκευὴν ἅπασαν, ἀποθνῄσκουσι δὲ πολλοὶ καὶ πλείονες ἁλίσκονται τῶν Ἀρμενίων.
26.1 οὕτω δὲ τούτων προχωρούντων ἄρας ὁ Λούκουλλος ἐπορεύετο πρὸς Τιγρανόκερτα, καὶ περιστρατοπεδεύσας ἐπολιόρκει τὴν πόλιν. ἦσαν δʼ ἐν αὐτῇ πολλοὶ μὲν Ἕλληνες τῶν ἀναστάτων ἐκ Κιλικίας, πολλοὶ δὲ βάρβαροι τοῖς Ἕλλησιν ὅμοια πεπονθότες, Ἀδιαβηνοὶ καὶ Ἀσσύριοι καὶ Γορδυηνοὶ καὶ Καππάδοκες, ὧν κατασκάψας τὰς πατρίδας, αὐτοὺς δὲ κομίσας ἐκεῖ κατοικεῖν ἠνάγκασεν.
26.2 ἦν δὲ καὶ χρημάτων ἡ πόλις μεστὴ καὶ ἀναθημάτων, παντὸς ἰδιώτου καὶ δυνάστου τῷ βασιλεῖ συμφιλοτιμουμένου πρὸς αὔξησιν καὶ κατασκευὴν τῆς πόλεως, διὸ καὶ συντόνως ἐπολιόρκει ὁ Λούκουλλος αὐτήν, οὐκ ἀνέξεσθαι τὸν Τιγράνην οἰόμενος, ἀλλὰ καὶ παρὰ γνώμην ὑπʼ ὀργῆς καταβήσεσθαι διαμαχούμενον, ὀρθῶς οἰόμενος.
26.3 πολλὰ δὲ Μιθριδάτης ἀπηγόρευσεν ἀγγέλους πέμπων καὶ γράμματα μὴ συνάπτειν μάχην, ἀλλὰ τοῖς ἱππεῦσι περικόπτειν τὴν ἀγοράν πολλὰ δὲ Ταξίλης ἥκων παρʼ αὐτοῦ καὶ συστρατεύων ἐδεῖτο τοῦ βασιλέως φυλάττεσθαι καὶ φεύγειν ὡς ἄμαχον πρᾶγμα τὰ Ῥωμαίων ὅπλα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme