Thesauros Literature biography Λούκουλλος

Λούκουλλος

Λούκουλλος Plutarch
36.2 ὅμως δὲ ἔδοξε τοῖς φίλοις συναγαγεῖν αὐτούς καὶ συνῆλθον ἐν κώμῃ τινὶ τῆς Γαλατίας καὶ προσεῖπον ἀλλήλους φιλοφρόνως καὶ συνήσθησαν ἐπὶ τοῖς κατωρθωμένοις ἑκατέρῳ, πρεσβύτερος μὲν ὢν ὁ Λούκουλλος, ἀξίωμα δʼ ἦν τὸ Πομπηΐου μεῖζον ἀπὸ πλειόνων στρατηγιῶν καὶ δυεῖν θριάμβων. ῥάβδοι δʼ ἀμφοτέρων προηγοῦντο δαφνηφόροι διὰ τὰς νίκας.
36.3 καὶ τοῦ γε Πομπηίου μακρὰν ὁδὸν διὰ τόπων ἀνύδρων καὶ αὐχμηρῶν ὁδεύσαντος τὰς δάφνας ξηρὰς περικειμένας ταῖς ῥάβδοις ἰδόντες οἱ τοῦ Λουκούλλον ῥαβδοφόροι φιλοφρονούμενοι τοῖς ἐκείνου μετέδωκαν ἐκ τῶν ἰδίων, προσφάτους καὶ θαλερὰς ἔχοντες, καὶ τὸ γινόμενον εἰς οἰωνὸν ἐτίθεντο χρηστὸν οἱ Πομπηίου φίλοι· τῷ γὰρ ὄντι τὴν ἐκείνου στρατηγίαν αἱ τούτου πράξεις ἐκόσμησαν.
36.4 ἐκ δὲ τῶν λόγων πρὸς οὐδὲν ἐπιεικὲς συνέβησαν, ἀλλʼ ἔτι μᾶλλον ἀλλοτριωθέντες πρὸς ἀλλήλους ἀπῆλθον καὶ τὰς ὑπὸ τοῦ Λουκούλλου γενομένας διατάξεις ἠκύρωσεν ὁ Πομπήιος, στρατιώτας δὲ τοὺς ἄλλους ἀπαγαγών μόνους αὐτῷ χιλίους ἑξακοσίους ἀπέλιπε συνθριαμβεύσοντας, οὐδὲ τούτους μάλα προθύμως ἑπομένους.
36.5 οὕτω τις ἦν ἀφυὴς ἢ δυστυχὴς ὁ Λούκουλλος πρὸς τὸ πάντων ἐν ἡγεμονία πρῶτον καὶ μέγιστον ὡς, εἰ τοῦτο μετὰ τῶν ἄλλων ὑπῆρξεν αὐτῷ, τηλικούτων ὄντων καὶ τοσούτων, μετʼ ἀνδρείας, ἐπιμελείας, συνέσεως, δικαιοσύνης, οὐκ ἂν εἶχεν ἡ Ῥωμαίων ἡγεμονία τὸν Εὐφράτην τῆς Ἀσίας ὅρον,
36.6 ἀλλὰ τὰ ἔσχατα καὶ τὴν Ὑρκανίαν θάλατταν, τῶν μὲν ἄλλων ἐθνῶν Τιγράνῃ προηττημένων, τῆς δὲ Πάρθων δυνάμεως οὐχ ὅση κατὰ Κράσσον ἐξεφάνη τοσαύτης καὶ κατὰ Λούκουλλον οὔσης οὐδʼ ὁμοίως συνεστώσης, ἀλλʼ ὑπ ἐμφυλίων καὶ προσοίκων πολέμων οὐδʼ Ἀρμενίους ὑβρίζοντας ἐρρωμένης ἀμύνεσθαι. νῦν δέ μοι δοκεῖ Λούκουλλος ὧν ὠφέλησε διʼ αὑτοῦ τὴν πατρίδα βλάψαι μείζονα διʼ ἑτέρων·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme