Thesauros Literature biography Κίμωνος καὶ Λουκούλλος σύγκρισις

Κίμωνος καὶ Λουκούλλος σύγκρισις

Κίμωνος καὶ Λουκούλλος σύγκρισις Plutarch
2.4 μεγάλας τοίνυν ἐπιχειρήσαντες ἀμφότεροι καταλύειν ἡγεμονίας καὶ καταστρέφεσθαι τὴν Ἀσίαν πᾶσαν ἀτελεῖς ἐγένοντο τῶν πράξεων, ὁ μὲν καθάπαξ διὰ τὴν τύχην ἐτελεύτησε γὰρ στρατηγῶν καὶ εὐημερῶν τὸν δʼ οὐ παντελῶς ἄν τις ἐξέλοιτο τῆς παρʼ αὐτὸν αἰτίας, εἴτʼ ἠγνόησεν εἴτʼ οὐκ ἐθεράπευσε τὰς ἐν τῷ στρατιωτικῷ διαφορὰς καὶ μέμψεις, ἀφʼ ὧν εἰς τηλικαύτας ἀπεχθείας προῆλθεν.
2.5 ἢ τοῦτό γε καὶ πρὸς Κίμωνα κοινόν ἐστι· καὶ γὰρ ἐκεῖνον ὑπήγαγόν τε εἰς δίκας οἱ πολῖται καὶ τελευτῶντες ἐξωστράκισαν, ἵνʼ αὐτοῦ δέκα ἐτῶν, ὥς φησιν ὁ Πλάτων, τῆς φωνῆς μὴ ἀκούσωσιν. αἱ γὰρ ἀριστοκρατικαὶ φύσεις ὀλίγα τοῖς πολλοῖς συνᾴδουσι καὶ πρὸς ἡδονὴν ἔχουσι, τὰ δὲ πολλὰ προσβιαζόμεναι τῷ κατευθύνειν διαστρεφομένους ἀνιῶσιν, ὥσπερ οἱ τῶν ἰατρῶν δεσμοί, καίπερ εἰς τὰ κατὰ φύσιν ἄγοντες τὰς παραρθρήσεις. ταύτης μὲν οὖν ἴσως ἀπαλλακτέον τῆς αἰτίας ἑκάτερον.
3.1 πολὺ δʼ ὁ Λούκουλλος προῆλθε τῷ πολέμῳ τόν τε Ταῦρον ὑπερβαλὼν στρατοπέδῳ Ῥωμαίων πρῶτος, καὶ τόν Τίγριν διαβάς καὶ τὰ βασίλεια τῆς Ἀσίας ἐν ὄψει τῶν βασιλέων, Τιγρανόκερτα καὶ Κάβειρα καὶ Σινώπην καὶ Νίσιβιν, ἑλὼν καὶ καταφλέξας,
3.2 καὶ τὰ μὲν βόρεια μέχρι Φάσιδος, τὰ δʼ ἑῷα μέχρι Μηδίας, τὰ δὲ πρὸς νότον καὶ τήν ἐρυθρὰν θάλασσαν οἰκειωσάμενος διὰ τῶν Ἀραβικῶν βασιλέων, συντρίψας δὲ τὰς δυνάμεις τῶν βασιλέων, ἀπολειφθεὶς δὲ μόνου τοῦ τὰ σώματα λαβεῖν, ὥσπερ θηρίων εἰς ἐρημίας καὶ ὕλας ἀστιβεῖς καὶ ἀβάτους ἀποδιδρασκόντων.
3.3 τεκμήριον δὲ μέγα· Πέρσαι μὲν γὰρ ὡς οὐδὲν μέγα πεπονθότες ὑπὸ Κίμωνος εὐθὺς ἀντετάττοντο τοῖς Ἕλλησι, καὶ τήν γε πολλὴν δύναμιν αὐτῶν ἐν Αἰγύπτῳ κρατήσαντες διέφθειραν, Τιγράνου δὲ καὶ Μιθριδάτου μετὰ Λούκουλλον οὐδὲν ἄλλο ἔργον ἐγένετο, ἀλλʼ ὁ μὲν ἀσθενὴς ἤδη καὶ συγκεκομμένος ὑπὸ τῶν πρώτων ἀγώνων οὐδʼ ἅπαξ ἐτόλμησε δεῖξαι Πομπηΐῳ τήν δύναμιν ἔξω τοῦ χάρακος, ἀλλὰ φυγὼν εἰς Βόσπορον κατέβη κἀκεῖ κατέστρεψε,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme