Thesauros Literature biography Νικίας

Νικίας

Νικίας Plutarch
5.2 καὶ ὁ μάλιστα ταῦτα συντραγῳδῶν καὶ συμπεριτιθεὶς ὄγκον αὐτῷ καὶ δόξαν Ἱέρων ἦν, ἀνὴρ τεθραμμένος ἐπὶ τῆς οἰκίας τοῦ Νικίου, περί τε γράμματα καὶ μουσικὴν ἐξησκημένος ὑπʼ αὐτοῦ, προσποιούμενος δʼ υἱὸς εἶναι Διονυσίου τοῦ Χαλκοῦ προσαγορευθέντος, οὗ καὶ ποιήματα σώζεται, καὶ τῆς εἰς Ἰταλίαν ἀποικίας ἡγεμὼν γενόμενος ἔκτισε Θουρίους.
5.3 οὗτος οὖν ὁ Ἱέρων τά τε πρὸς τοὺς μάντεις ἀπόρρητα διεπράττετο τῷ Νικίᾳ, καὶ λόγους ἐξέφερεν εἰς τὸν δῆμον ὡς ἐπίπονόν τινα καὶ ταλαίπωρον διὰ τὴν πόλιν ζῶντος αὐτοῦ βίον· ᾧ γʼ ἔφη καὶ περὶ λουτρὸν ὄντι καὶ περὶ δεῖπνον ἀεί τι προσπίπτειν δημόσιον· ἀμελῶν δὲ τῶν ἰδίων ὑπὸ τοῦ τὰ κοινὰ φροντίζειν μόλις ἄρχεται καθεύδειν περὶ πρῶτον ὕπνον.
5.4 ὅθεν αὐτῷ καὶ τὸ σῶμα διάκειται κακῶς, καὶ τοῖς φίλοις οὐ προσηνὴς οὐδὲ ἡδύς ἐστιν, ἀλλὰ καὶ τούτους προσαποβέβληκε τοῖς χρήμασι πολιτευόμενος. οἱ δʼ ἄλλοι καὶ φίλους κτώμενοι καὶ πλουτίζοντες αὑτοὺς ἀπὸ τοῦ βήματος εὐπαθοῦσι καὶ προσπαίζουσι τῇ πολιτείᾳ. τῷ δʼ ὄντι τοιοῦτος ἦν ὁ Νικίου βίος ὥστʼ αὐτὸν εἰπεῖν τὰ τοῦ Ἀγαμέμνονος εἰς αὑτόν· προστάτην γε τοῦ βίου τὸν ὄγκον ἔχομεν, τῷ τʼ ὄχλῳ δουλεύομεν.Euripides, Iphigeneia at Aulis, 445 f. (Kirchhoff), where the MSS. have προστάτην γε, τὸν δῆμον, τῷ τ’ ὔχλῳ. The MSS. of Plutarch have προστάτην δέ, τὸν ὄγκον, τῷ δ’ ὄχλῳ. Eur. IA 445 f.
6.1 ὁρῶν δὲ τῶν ἐν λόγῳ δυνατῶν ἢ τῷ φρονεῖν διαφερόντων ἀποχρώμενον εἰς ἔνια ταῖς ἐμπειρίαις τὸν δῆμον, ὑφορώμενον δʼ ἀεὶ καὶ φυλαττόμενον τὴν δεινότητα καὶ κολούοντα τὸ φρόνημα καὶ τὴν δόξαν, ὡς δῆλον ἦν τῇ Περικλέους καταδίκῃ καὶ τῷ Δάημωνος ἐξοστρακισμῷ καὶ τῇ πρὸς Ἀντιφῶντα τὸν Ῥαμνούσιον ἀπιστίᾳ τῶν πολλῶν, καὶ μάλιστα δὴ τοῖς περὶ Πάχητα τὸν ἑλόντα Λέσβον,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme