Thesauros Literature biography Κράσσος

Κράσσος

Κράσσος Plutarch
12.2 οὐ μὴν ἔμειναν ἐπὶ ταύτης τῆς φιλοφροσύνης εἰς τὴν ἀρχὴν καταστάντες, ἀλλʼ ὀλίγου δεῖν περὶ πάντων διαφερόμενοι καὶ πάντα δυσκολαίνοντες ἀλλήλοις καὶ φιλονεικοῦντες ἀπολίτευτον καὶ ἄπρακτον αὑτοῖς τὴν ὑπατείαν ἐποίησαν, πλὴν ὅτι Κράσσος Ἡρακλεῖ μεγάλην θυσίαν ποιησάμενος εἱστίασε τὸν δῆμον ἀπὸ μυρίων τραπεζῶν καὶ σῖτον ἐμέτρησεν εἰς τρίμηνον.
12.3 ἤδη δὲ τῆς ἀρχῆς αὑτοῖς τελευτώσης ἔτυχον μὲν ἐκκλησιάζοντες, ἀνὴρ δέ τις οὐ τῶν ἐπιφανῶν, ἱππεὺς Ῥωμαίων, ἀγροῖκος δὲ τῷ βίῳ καὶ ἰδιώτης, ὈνότιοςὈνάτιος in Pompey, xxiii. 1, Γάιος. Graux would therefore read here ὀνόματι Γάιος. Αὐρήλιος, ἀναβὰς ἐπὶ τὸ βῆμα καὶ προελθὼνπροελθὼν with Stephanus, Coraës, and S: προσελθών. ὄψιν διηγεῖτο κατὰ τοὺς ὕπνους αὐτῷ γενομένην. ὁ γὰρ Ζεύς, ἔφη, μοι φανεὶς προσέταξεν εἰς κοινὸν εἰπεῖν ὅπως μὴ πρότερον περιίδητε τοὺς ὑπάτους ἀποθέσθαι τὴν ἀρχὴν ἢ φίλους γενέσθαι.
12.4 ταῦτα λέγοντος τοῦ ἀνθρώπου καὶ τοῦ δήμου διαλλάττεσθαι κελεύοντος, ὁ μὲν Πομπήιος ἡσυχίαν ἦγεν ἑστώς, ὁ δὲ Κράσσος ἐμβαλὼν τὴν δεξιὰν αὐτῷ πρότερος, οὐδέν, εἶπεν, ὦ ἄνδρες, οἶμαι, πολῖται, ταπεινὸν πράττειν οὐδʼ ἀνάξιον ἐμαυτοῦ καταρχόμενος εὐνοίας καὶ φιλίας πρὸς Πομπήϊον, ὃν ὑμεῖς μήπω γενειῶντα Μέγαν ἀνηγορεύσατε καὶ μήπω μετέχοντι βουλῆς ἐψηφίσασθε θρίαμβον.
13.1 ἡ μέν οὖν ὑπατεία τοῦ Κράσσου ταῦτʼ ἔσχεν ἄξια μνήμης, ἡ δὲ τιμητεία παντάπασιν ἀτελὴς καὶ ἄπρακτος αὐτῷ διῆλθεν, οὔτε γὰρ βουλῆς ἐξέτασιν οὔθʼ ἱππέων ἐπίσκεψιν οὔτʼ ἀποτίμησιν πολιτῶν ἐποιήσατο, καίτοι συνάρχοντα Ῥωμαίων ἔχοντι τὸν πρᾳότατον Λουτάτιον Κάτλον. ἀλλά φασιν ἐπὶ δεινὸν ὁρμήσαντι τῷ Κράσσῳ πολίτευμα καὶ βίαιον, Αἴγυπτον ποιεῖν ὑποτελῆ Ῥωμαίοις, ἀντιβῆναι τὸν Κάτλον ἐρρωμένως ἐκ δὲ τούτου γενομένης διαφορᾶς ἑκόντας ἀποθέσθαι τὴν ἀρχήν.
13.2 ἐν δὲ τοῖς περὶ Κατιλίναν πράγμασι μεγάλοις καὶ μικροῦ δεήσασιν ἀνατρέψαι τὴν Ῥώμην, ἥψατο μέν τις ὑπόνοια τοῦ Κράσσου καὶ προσῆλθεν ἄνθρωπος ὀνομάζων ἀπὸ τῆς συνωμοσίας, οὐδεὶς δὲ ἐπίστευσεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme