24.6
ἦν οὖν αὐτόθεν ἤδη μοχθηρὰ τὰ Ῥωμαίων· καὶ γὰρ μένοντες ἐν τάξει συνετιτρώσκοντο, καὶ χωρεῖν ὁμόσε πειρώμενοι τοῦ μὲν ποιεῖν ἴσον ἀπεῖχον, ὁμοίως δʼ ἔπασχον. ὑπέφευγον γὰρ ἅμα βάλλοντες οἱ Πάρθοι, καὶ τοῦτο κράτιστα ποιοῦσι μετὰ Σκύθας· καὶ σοφώτατόν ἐστιν ἀμυνομένους ἔτι σῴζεσθαι καὶ τῆς φυγῆς ἀφαιρεῖν τὸ αἰσχρόν.
25.1
ἄχρι μὲν οὖν ἤλπιζον αὐτοὺς ἐκχεαμένους τὰ βέλη σχήσεσθαι μάχης ἢ συνάψειν εἰς χεῖράς, ἐκαρτέρουν· ὡς δʼ ἔγνωσαν ὅτι πολλαὶ κάμηλοι παρεστᾶσι τοξευμάτων πλήρεις, ἀφʼ ὧν περιελαύνοντες οἱ πρῶτοι λαμβάνουσιν, οὐδὲν πέρας ὁρῶν ὁ Κράσσος ἠθύμει, καὶ σκοπεῖν ἐκέλευεν, ἀγγέλους πέμψας πρὸς τὸν υἱόν, ὅπως προσμῖξαι βιάσεται τοῖς ἐναντίοις πρὶν ἢ κυκλωθῆναι. μάλιστα γὰρ ἐκείνῳ προσέπιπτον καὶ περιίππευον τὸ κέρας ὡς κατὰ νώτου γενησόμενοι.
25.2
λαβὼν οὖν ὁ νεανίας ἱππεῖς τε χιλίους τριακοσίους, ὧν οἱ χίλιοι παρὰ Καίσαρος ἦσαν, καὶ τοξότας πεντακοσίους καὶ τῶν ἔγγιστα θυρεοφόρων ὀκτὼ σπείρας συνήγαγεν εἰς ἐμβολήν. τῶν δὲ Πάρθων οἱ περιελαύνοντες, εἴτε τέλμασιν ἐντυχόντες, ὡς ἔνιοί φασιν, εἴτε λαβεῖν τὸν Κράσσον ἀπωτάτω τοῦ πατρὸς στρατηγοῦντες, ὀπίσω στρέψαντες ἐδίωκον.
25.3
ὁ δὲ βοήσας ὡς οὐ μένουσιν οἱ ἄνδρες, ἤλαυνε, καὶ σὺν αὐτῷ Κηνσωρῖνός τε καὶ Μεγάβακχος, ὁ μὲν εὐψυχίᾳ καὶ ῥώμῃ διαφέρων, Κηνσωρῖνος δὲ βουλευτικὸν ἔχων ἀξίωμα καὶ δεινὸς εἰπεῖν, ἑταῖροι δὲ Κράσσου καὶ παραπλήσιοι καθʼ ἡλικίαν., ἐπισπομένων δὲ τῶν ἱππέων οὐδὲ τὸ πεζὸν ἀπελείπετο προθυμίᾳ καὶ χαρᾷ τῆς ἐλπίδος· νικᾶν γὰρ ᾤοντο καὶ διώκειν, ἄχρι οὗ πολὺ προελθόντες ᾔσθοντο τὴν ἀπάτην, μεταβαλλομένων ἅμα τῶν φεύγειν δοκούντων καὶ πλειόνων ἄλλων ἐπιφερομένων.
25.4
ἐνταῦθα ἔστησαν, οἰόμενοι συνάψειν αὐτοῖς εἰς χεῖράς ὀλίγοις οὖσι τοὺς πολεμίους, οἱ δὲ τοὺς καταφράκτους προτάξαντες ἐναντίους τοῖς Ῥωμαίοις, τὴν δʼ ἄλλην ἵππον ἄτακτον περὶ αὐτοὺς ἐλαύνοντες, καὶ συνταράττοντες τὸ πεδίον, ἀνίστασαν ἐκ βυθοῦ θῖνας ἄμμου κονιορτὸν ἐπαγούσας ἄπλετον, ὡς μήτε διορᾶν ῥᾳδίως μήτε φθέγγεσθαι τοὺς Ῥωμαίους,