Thesauros Literature biography Κράσσος

Κράσσος

Κράσσος Plutarch
30.2 ἔσχοντο δὲ μάχης οἱ βάρβαροι, Σουρήνας δὲ μετὰ τῶν ἀρίστων προσελάσας ἀτρέμα τῷ λόφῳ τοῦ μὲν τόξου τὸν τόνον ἀνῆκε, τὴν δὲ δεξιὰν προὔτεινεν, ἐκάλει δὲ τὸν Κράσσον ἐπὶ συμβάσεις, εἰπὼν ὅτι τῆς μὲν ἀνδρείας καὶ δυνάμεως ἄκοντος πεπείραται βασιλέως, πρᾳότητα δʼ αὐτοῖς καὶ φιλοφροσύνην ἑκὼν ἐπιδείκνυται σπενδόμενος ἀπιοῦσι καὶ παρέχων σῴζεσθαι.
30.3 ταῦτα τοῦ Σουρήνα λέγοντος οἱ μὲν ἄλλοι προθύμως ἐδέξαντο καὶ περιχαρεῖς ἦσαν, ὁ δὲ Κράσσος οὐδὲν ὅ τι μὴ διʼ ἀπάτης ἐσφαλμένος ὑπʼ αὐτῶν, καὶ τὸ αἰφνίδιον τῆς μεταβολῆς ἄλογον ἡγούμενος, οὐχ ὑπήκουεν, ἀλλʼ ἐβουλεύετο.
30.4 τῶν δὲ στρατιωτῶν βοώντων καὶ κελευόντων, εἶτα λοιδορούντων καὶ κακιζόντων ὡς προβάλλοντα μαχουμένους αὐτοὺς οἷς αὐτὸς ἀνόπλοις εἰς λόγους οὐ θαρρεῖ συνελθεῖν, πρῶτον μὲν ἐπειρᾶτο δεῖσθαι καὶ λέγειν ὅτι τὸ λειπόμενον μέρος τῆς ἡμέρας διακαρτερήσαντες ἐν τοῖς ὀρεινοῖς καὶ τραχέσι δύνανται διὰ νυκτὸς ἰέναι, καὶ τὴν ὁδὸν ἐδείκνυε, καὶ παρεκάλει τὴν ἐλπίδα μὴ προέσθαι τῆς σωτηρίας ἐγγὺς οὔσης.
30.5 ὡς δὲ χαλεπαίνοντες αὐτῷ καὶ τὰ ὅπλα κρούοντες ἠπείλουν, φοβηθεὶς ἐχώρει, καὶ τοσοῦτον εἶπε μεταστραφείς Ὀκταούϊε καὶ Πετρώνιε καὶ ὅσοι πάρεστε Ῥωμαίων ἄρχοντες, ὑμεῖς ὁρᾶτε τῆς ἐμῆς ὁδοῦ τὴν ἀνάγκην, καὶ σύνιστε παρόντες ὡς αἰσχρὰ πάσχω καὶ βίαια τοῖς δʼ ἄλλοις ἅπασιν ἀνθρώποις λέγετε σωθέντες ὡς Κράσσος ἀπατηθεὶς ὑπὸ τῶν πολεμίων, οὐκ ἐκδοθεὶς ὑπὸ τῶν πολιτῶν ἀπώλετο.
31.1 οὐ μὴν ἔμειναν οἱ περὶ τόν Ὀκταούϊον, ἀλλὰ συγκατέβαινον ἀπὸ τοῦ λόφου· τοὺς δὲ ῥαβδούχους ἑπομένους ὁ Κράσσος ἀπήλασεν. πρῶτοι δὲ τῶν βαρβάρων ἀπήντησαν αὐτῷ δύο μιξέλληνες, οἳ καὶ προσεκύνησαν τόν Κράσσον ἀπὸ τῶν ἵππων ἁλόμενοι, καὶ προσαγορεύσαντες ἑλλάδι φωνῇ παρεκάλουν προπέμψαι τινάς, οἷς ἐπιδείξεται Σουρήνας ἑαυτὸν καὶ τοὺς περὶ αὑτὸν ἀνόπλους καὶ ἀσιδήρους προσερχομένους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme