13.1
φεύγοντι δὲ Εὐμενεῖ γράμματα κομίζεται παρὰ τῶν ἐν Μακεδονίᾳ τὴν Ἀντιγόνου δεδοικότων αὔξησιν, Ὀλυμπιάδος μὲν παρακαλούσης ἐλθόντα τὸ Ἀλεξάνδρου παιδίον παραλαβεῖν καὶ τρέφειν ὡς ἐπιβουλευόμενον, Πολυσπέρχοντος δὲ καὶ Φιλίππου τοῦ βασιλέως κελευόντων Ἀντιγόνῳ πολεμεῖν τῆς ἐν Καππαδοκίᾳ δυνάμεως ἄρχοντα, καὶ τῶν ἐν Κουΐνδοις χρημάτων πεντακόσια μὲν τάλαντα λαβεῖν εἰς τὴν τῶν ἰδίων ἐπανόρθωσιν, εἰς δὲ τὸν πόλεμον ὁπόσοις βούλεται χρῆσθαι.
13.2
περὶ δὲ τούτων καὶ Ἀντιγένει καὶ Τευτάμῳ τοῖς τῶν ἀργυρασπίδων ἡγουμένοις ἐγεγράφεισαν. ἐπεὶ δὲ λαβόντες ἐκεῖνοι τὰ γράμματα τῷ μὲν λόγῳ φιλανθρώπως ἐδέξαντο τὸν Εὐμενῆ, φθόνου δὲ καὶ φιλονεικίας ἐφαίνοντο μεστοί, δευτερεύειν ἀπαξιοῦντες ἐκείνῳ, τὸν μὲν φθόνον ὁ Εὐμενὴς ἐθεράπευε τῷ τὰ χρήματα μὴ λαβεῖν ὡς οὐδὲν δεόμενος,
13.3
ταῖς δὲ φιλονεικίαις καὶ φιλαρχίαις αὐτῶν μήτε ἡγεῖσθαι δυναμένων μήτε ἕπεσθαι βουλομένων ἐπῆγε δεισιδαιμονίαν. ἔφη γὰρ Ἀλέξανδρον αὐτῷ κατὰ τοὺς ὕπνους φανῆναι, καὶ δεῖξαί τινα σκηνὴν κατεσκευασμένην βασιλικῶς καὶ θρόνον ἐν αὐτῇ κείμενον· εἶτα εἰπεῖν ὡς ἐνταῦθα συνεδρεύουσιν αὐτοῖς καὶ χρηματίζουσιν αὐτὸς παρέσται καὶ συνεφάψεται βουλῆς τε πάσης καὶ πράξεως ἀρχομένοις ἀπʼ αὐτοῦ, ταῦτα ῥᾳδίως ἔπεισε τὸν Ἀντιγένη καὶ τὸν Τεύταμον, οὔτε ἐκείνων βαδίζειν βουλομένων πρὸς αὐτόν, οὔτε αὐτὸς ἀξιῶν ἐπὶ θύραις ἑτέρων ὁρᾶσθαι.
13.4
καὶ τιθέντες οὕτω σκηνὴν βασιλικὴν καὶ θρόνον Ἀλεξάνδρῳ καταπεφημισμένον ἐκεῖ συνεπορεύοντο βουλευόμενοι περὶ τῶν μεγίστων. ἐπεὶ δὲ προϊοῦσιν αὐτοῖς εἰς τὴν ἄνω χώραν ὁ Πευκέστας μετὰ τῶν ἄλλων σατραπῶν ἀπήντησε φίλος ὢν καὶ συνεμίξαντο τὰς δυνάμεις, πλήθει μὲν ὅπλων καὶ λαμπρότητι παρασκευῆς ἐπέρρωσαν τοὺς Μακεδόνας, αὐτοὶ δὲ ἀνάγωγοι ταῖς ἐξουσίαις καὶ μαλακοὶ ταῖς διαίταις γεγονότες μετὰ τὴν Ἀλεξάνδρου τελευτήν,