13.5
καὶ φρονήματα τυραννικὰ καὶ τεθραμμένα βαρβαρικαῖς ἀλαζονείαις ἐπὶ ταὐτὸ συνενεγκάμενοι, πρὸς μὲν ἀλλήλους βαρεῖς ἦσαν καὶ δυσάρμοστοι, τοὺς δὲ Μακεδόνας κολακεύοντες ἐκκεχυμένως καὶ καταχορηγοῦντες εἰς δεῖπνα καὶ θυσίας ὀλίγου χρόνου τὸ στρατόπεδον ἀσωτίας πανηγυριζούσης καταγώγιον ἐποίησαν καὶ δημαγωγούμενον ἐπὶ αἱρέσει στρατηγῶν ὄχλον, ὥσπερ ἐν ταῖς δημοκρατίαις.
13.6
αἰσθόμενος δὲ ὁ Εὐμενὴς αὐτοὺς ἀλλήλων μὲν καταφρονοῦντας, αὐτὸν δὲ φοβουμένους καὶ παραφυλάττοντας ἀνελεῖν, εἰ γένοιτο καιρός, ἐσκήψατο χρημάτων δεῖσθαι καὶ συνεδανείσατο τάλαντα πολλὰ παρὰ τῶν μάλιστα μισούντων αὐτόν, ἵνα καὶ πιστεύωσι καὶ ἀπέχωνται περὶ τῶν δανείων ἀγωνιῶντες· ὥστε συνέβη τὸν ἀλλότριον πλοῦτον αὐτῷ φύλακα τοῦ σώματος ἔχειν, καὶ τῶν ἄλλων ἐπὶ σωτηρίᾳ διδόντων, μόνον ἐκ τοῦ λαβεῖν κτήσασθαι τὴν ἀσφάλειαν.
14.1
οὐ μὴν ἀλλʼ οἱ Μακεδόνες ἀδείας μὲν οὔσης ἐφθείροντο πρὸς τοὺς διδόντας, καὶ τάς ἐκείνων θύρας ἐθεράπευον, δορυφορουμένων καὶ στρατηγιώντων· ἐπεὶ δὲ Ἀντίγονος αὑτοῖς παρεστρατοπέδευσε μετὰ πολλῆς δυνάμεως καὶ τὰ πράγματα φωνὴν ἀφιέντα τὸν ἀληθινὸν ἐκάλει στρατηγόν, οὐ μόνον οἱ στρατευόμενοι τῷ Εὐμενεῖ προσεῖχον, ἀλλὰ καὶ τῶν ἐν εἰρήνῃ καὶ τρυφῇ μεγάλων ἐκείνων ἕκαστος ἐνέδωκε καὶ παρεῖχεν ἑαυτὸν σιωπῇ τὴν δοθεῖσαν φυλάττοντα τάξιν.
14.2
καὶ γάρ τοι περὶ τὸν Πασιτίγριν ποταμὸν ἐπιχειρήσαντα διαβαίνειν τὸν Ἀντίγονον οἱ μὲν ἄλλοι παραφυλάττοντες οὐδὲ ᾔσθοντο, μόνος δὲ Εὐμενὴς ὑπέστη, καὶ συνάψας μάχην πολλοὺς μὲν κατέβαλε καὶ νεκρῶν ἐνέπλησε τὸ ῥεῖθρον, ἔλαβε δὲ τετρακισχιλίους αἰχμαλώτους, μάλιστα δὲ οἱ Μακεδόνες περὶ τὴν συμβᾶσαν ἀρρωστίαν αὐτῷ καταφανεῖς ἐγένοντο τοὺς μὲν ἄλλους ἑστιᾶν λαμπρῶς καὶ πανηγυρίζειν, ἄρχειν δὲ καὶ πολεμεῖν δυνατὸν ἡγούμενοι μόνον ἐκεῖνον.