Thesauros Literature biography Εὐμένης

Εὐμένης

Εὐμένης Plutarch
14.3 ὁ μὲν γὰρ Πευκέστας ἐν τῇ Περσίδι λαμπρῶς αὐτοὺς ἑστιάσας καὶ κατʼ ἄνδρα διαδοὺς ἱερεῖον εἰς θυσίαν ἤλπιζεν εἶναι μέγιστος· ὀλίγαις δὲ ὕστερον ἡμέραις τῶν στρατιωτῶν ἐπὶ τοὺς πολεμίους βαδιζόντων, ἐτύγχανεν ὁ Εὐμενὴς ἐκ νόσου τινὸς ἐπισφαλοῦς ἐν φορείῳ κομιζόμενος ἔξω τοῦ στρατεύματος ἐν ἡσυχίᾳ διὰ τάς ἀγρυπνίας. μικρὸν δὲ προελθοῦσιν αὐτοῖς ἄφνω λόφους τινὰς ὑπερβάλλοντες ἐξεφάνησαν οἱ πολέμιοι, καταβαίνοντες εἰς τὸ πεδίον.
14.4 ὡς οὖν αἵ τε τῶν χρυσῶν ὅπλων αὐγαὶ πρὸς τὸν ἥλιον ἐξέλαμψαν ἀπὸ τῶν ἄκρων τοῦ ἀγήματος ἐν τάξει πορευομένων, καὶ τῶν θηρίων τοὺς πύργους ἄνω καὶ τάς πορφύρας εἶδον, ὅσπερ ἦν αὐτοῖς κόσμος εἰς μάχην ἀγομένοις, ἐπιστήσαντες οἱ πρῶτοι τὴν πορείαν ἐβόων Εὐμενῆ καλεῖν αὑτοῖς, οὐ γὰρ ἂν προελθεῖν ἐκείνου μὴ στρατηγοῦντος, καὶ τὰ ὅπλα πρὸς τὴν γῆν ἐρείσαντες ἀλλήλοις μένειν διεκελεύοντο, καὶ τοῖς ἡγεμόσιν ἡσυχίαν ἔχειν, καὶ χωρὶς Εὐμενοῦς μὴ μάχεσθαι μηδὲ κινδυνεύειν πρὸς τοὺς πολεμίους.
14.5 ἀκούσας δὲ ὁ Εὐμενὴς ἧκε πρὸς αὐτοὺς δρόμῳ τοὺς κομίζοντας ἐπιταχύνας, καὶ τοῦ φορείου τάς ἑκατέρωθεν αὐλαίας ἀνακαλύψας προὔτεινε τὴν δεξιὰν γεγηθώς. οἱ δὲ ὡς εἶδον, εὐθὺς ἀσπασάμενοι Μακεδονιστὶ τῇ φωνῇ τάς τε ἀσπίδας ἀνείλοντο καὶ ταῖς σαρίσαις ἐπιδουπήσαντες ἠλάλαξαν, προκαλούμενοι τοὺς πολεμίους ὠς τοῦ ἡγεμόνος αὐτοῖς παρόντος.
15.1 Ἀντίγονος δὲ παρὰ τῶν ἁλισκομένων ἀκούων τὸν Εὐμενῆ νοσεῖν καὶ κομίζεσθαι κακῶς διακείμενον, οὐ μέγα ἔργον ἡγεῖτο συντρῖψαι τοὺς ἄλλους ἐκείνου νοσοῦντος. διὸ καὶ σπεύδων ἐπὶ τὴν μάχην προσῆγεν.
15.2 ὡς δὲ τῶν πολεμίων εἰς τάξιν καθισταμένων παρελάσας κατεῖδε τὸ σχῆμα καὶ τὴν διακόσμησιν, ἐκπλαγεὶς ἐπέστη πλείω χρόνον εἶτα ὤφθη τὸ φορεῖον ἀπὸ θατέρου κέρως ἐπὶ θάτερον διαφερόμενον. γελάσας οὖν ὁ Ἀντίγονος, ὥσπερ εἰώθει, μέγα, καὶ πρὸς τοὺς φίλους εἰπὼν, τοῦτο ἦν τὸ φορεῖον, ὡς ἔοικε, τὸ ἀντιπαραταττόμενον ἡμῖν, εὐθὺς ἀπῆγε τὴν δύναμιν ὀπίσω καὶ κατεστρατοπέδευσεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme