11.3
ὁ δὲ δεξάμενος αὐτίκα μὲν ἥσθη μετρίως· χρόνῳ δὲ ποιησάμενος τιθασὸν οὕτω καὶ φιλάνθρωπον ὥστε καὶ καλοῦντος ἀκούειν, καὶ βαδίζοντί ποι παρακολουθεῖν, ὄχλου τε καὶ θορύβου παντὸς ἀνέχεσθαι στρατιωτικοῦ, κατὰ μικρὸν ἐξεθείαζε φάσκων Ἀρτέμιδος δῶρον τὴν ἔλαφον εἶναι, καὶ πολλὰ τῶν ἀδήλων ἐπεφήμιζεν αὐτῷ δηλοῦν, γινώσκων εὐάλωτον εἰς δεισιδαιμονίαν εἶναι φύσει τὸ βαρβαρικόν.
11.4
ὁ δὲ καὶ προσετεχνᾶτο τοιάδε· γνοὺς γὰρ ἂν κρύφα τοὺς πολεμίους ἐμβεβληκότας ποι τῆς ὑπʼ αὐτὸν χώρας ἢ πόλιν ἀφιστάντας, προσεποιεῖτο τὴν ἔλαφον αὐτῷ κατὰ τοὺς ὕπνους διειλέχθαι, κελεύουσαν ἐν ἑτοίμῳ τὰς δυνάμεις ἔχειν, αὖθις δὲ νίκην τινὰ τῶν ἑαυτοῦ στρατη· γῶν ἀκούσας τὸν μὲν ἄγγελον ἔκρυπτε, τὴν δὲ ἔλαφον ἐστεφανωμένην ἐπʼ εὐαγγελίοις προῆγεν, εὐθυμεῖσθαι παρακαλῶν καὶ τοῖς θεοῖς θύειν ὡς ἀγαθόν τι πευσομένους.
12.1
οὕτως δὲ χειροήθεις ποιησάμενος αὐτούς ἐχρῆτο πρὸς ἅπαντα μετριωτέροις, οὐχ ὑπʼ ἀνδρὸς ἀλλοδαποῦ λογισμῶν, ἀλλʼ ὑπὸ θεοῦ στρατηγεῖσθαι πειθομένοις, ἅμα καὶ τῶν πραγμάτων ἐπιμαρτυρούντων τῷ παρὰ λόγον τὴν δύναμιν αὐξάνεσθαι.
12.2
δισχιλίοις γὰρ ἑξακοσίοις οὓς ὠνόμαζε Ῥωμαίους, συμμείκτοις δὲ ἑπτακοσίοις Λιβύων εἰς Λυσιτανίαν αὐτῷ συνδιαβᾶσι πελταστὰς τετρακισχιλίους Λυσιτανῶν καὶ ἱππεῖς ἑπτακοσίους προσλαβὼν ἐπολέμει τέτταρσι Ῥωμαίων στρατηγοῖς, ὑφʼ οἷς ἦσαν πεζῶν μὲν δώδεκα μυριάδες, ἱππεῖς δὲ ἑξακισχίλιοι, τοξόται δὲ καὶ σφενδονῆται δισχίλιοι, πόλεις δὲ ἀναρίθμητοι τὸ πλῆθος, αὐτὸς εἴκοσι τὰς πάσας ἐν ἀρχῇ κεκτημένος.
12.3
ἀλλʼ ὅμως ἀσθενὴς οὕτω καὶ μικρὸς ἀρξάμενος οὐ μόνον ἐθνῶν ἐκράτησε μεγάλων καὶ πόλεις εἷλε πολλάς, ἀλλὰ καὶ τῶν ἀντιστρατήγων Κότταν μὲν ἐν τῷ περὶ τὴν Μελλαρίαν πορθμῷ κατεναυμάχησε, Φουφίδιον δὲ τὸν ἄρχοντα τῆς Βαιτικῆς περὶ τὸν Βαῖτιν ἐτρέψατο δισχιλίους ἀποκτείνας Ῥωμαίων, Δομίτιον δὲ ΛεύκιονΛεύκιον the conjecture of Sint.2, after Amyot, for the MS. καὶ Λούσιον; Reiske, followed by Sint.1 and Bekker, read Καλουίσιον. ἀνθύπατον ὄντα τῆς ἑτέρας Ἰβηρίας διὰ τοῦ ταμίου καταγωνισάμενος,