Thesauros Literature biography Σερτώριος

Σερτώριος

Σερτώριος Plutarch
12.4 καὶ Θώράνιον, ἄλλον ἡγεμόνα τῶν ὑπὸ Μετέλλου πεμφθέντων μετὰ δυνάμεως, ἀνεῖλεν, αὐτόν τε τὸν Μέτελλον, ἄνδρα Ῥωμαίων ἐν τοῖς τότε μέγιστον καὶ δοκιμώτατον, οὐκ ὀλίγοις σφάλμασι περιβαλὼν εἰς τοσαύτην ἀπορίαν κατέστησεν ὥστε Λεύκιον μὲν Μάλλιον ἐκ τῆς περὶ Ναρβῶνα Γαλατίας ἐλθεῖν αὐτῷ βοηθόν, Πομπήϊον δὲ Μᾶγνον ἐκ Ῥώμης κατὰ τάχος ἀποσταλῆναι μετὰ δυνάμεως.
12.5 οὐ γὰρ εἶχεν ὁ Μέτελλος ὅ τι χρήσαιτο προσπολεμῶν ἀνδρὶ τολμητῇ πάσης ἐξαναδυομένῳ φανερᾶς μάχης, πᾶσαν δὲ μεταβαλλομένῳ μεταβολὴν εὐσταλείᾳ καὶ κουφότητι τῆς Ἰβηρικῆς στρατιᾶς, αὐτὸς ὁπλιτικῶν καὶ νομίμων ἀσκητὴς γεγονὼς ἀγώνων καὶ στρατηγὸς ἐμβριθοῦς καὶ μονίμου φάλαγγος, ὤσασθαι μὲν εἰς χεῖρας ἐλθόντας πολεμίους καὶ καταβαλεῖν ἄριστα γεγυμνασμένης, ὀρειβατεῖν δὲ καὶ συνηρτῆσθαι διώξεσι καὶ φυγαῖς ἀπαύστοις ἀνθρώπων ὑπηνεμίων καὶ λιμὸν ἀνέχεσθαι καὶ δίαιταν ἄπυρον καὶ ἄσκηνον, ὥσπερ ἐκεῖνοι, μὴ δυναμένης.
13.1 ἔτι δὲ αὐτὸς μὲν ἤδη πρεσβύτερος ἦν καί τι καί πρὸς ἀνειμένην ἤδη καί τρυφερὰν δίαιταν ἐκ πολλῶν ἀγώνων καί μεγάλων ἐνδεδωκώς, τῷ δὲ Σερτωρίῳ συνειστήκει πνεύματος ἀκμαίου γέμοντι καί κατεσκευασμένον ἔχοντι θαυμασίως τὸ σῶμα ῥώμῃ καί τάχει καί λιτότητι.
13.2 μέθης μὲν γὰρ οὐδὲ ῥᾳθυμῶν ἥπτετο, πόνους δὲ μεγάλους καί μακρὰς ὁδοιπορίας καί συνεχεῖς ἀγρυπνίας ὀλίγοις εἴθιστο καί φαύλοις ἀρκούμενος σιτίοις διαφέρειν, πλάνοις δὲ χρώμενος ἀεὶ καί κυνηγεσίοις ὁπότε σχολάζοι, πάσης διεκδύσεως φεύγοντι καί διώκοντι κυκλώσεως ἀβάτων τε καί βασίμων τόπων ἐμπειρίαν προσειλήφει. διὸ τῷ μὲν εἰργομένῳ μάχης ὅσα νικώμενοι πάσχουσιν ἄνθρωποι βλάπτεσθαι συνέβαινεν, ὁ δὲ τῷ φεύγειν εἶχε τὰ τῶν διωκόντων.
13.3 καί γὰρ ὑδρείας ἀπέκοπτε καί σιτολογίας εἶργε, καί προϊόντι μὲν ἐκποδὼν ἦν, ἐκίνει δὲ ἱδρυνθέντα, πολιορκοῦντι δὲ ἄλλους ἐπιφαινόμενος ἀντεπολιόρκει ταῖς τῶν ἀναγκαίων ἀπορίαις, ὥστε τοὺς στρατιώτας ἀπαγορεύειν, καί τοῦ Σερτωρίου μονομαχῆσαι προκαλουμένου τὸν Μέτελλον, βοᾶν καί κελεύειν μάχεσθαι στρατηγὸν στρατηγῷ καί Ῥωμαῖον Ῥωμαίῳ, ἀναδυόμενον δὲ χλευάζειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme