Thesauros Literature biography Σερτώριος

Σερτώριος

Σερτώριος Plutarch
5.4 διαπολεμηθέντος δὲ τοῦ πολέμου καὶ τῶν περὶ τὸν Κίνναν καὶ Μάριον ἐμφορουμένων ὕβρεώς τε καὶ πικρίας ἁπάσης, ὥστε χρυσὸν ἀποδεῖξαι Ῥωμαίοις τὰ τοῦ πολέμου κακά, Σερτώριος λέγεται μόνος οὔτε ἀποκτεῖναί τινα πρὸς ὀργὴν οὔτε ἐνυβρίσαι κρατῶν, ἀλλὰ καὶ τῷ Μαρίῳ δυσχεραίνειν καὶ τὸν Κίνναν ἐντυγχάνων ἰδίᾳ καὶ δεόμενος μετριώτερον ποιεῖν.
5.5 τέλος δὲ τῶν δούλων, οὓς Μάριος συμμάχους μὲν ἐν τῷ πολέμῳ δορυφόρους δὲ τῆς τυραννίδος ἔχων ἰσχυροὺς καὶ πλουσίους ἐποίησε, τὰ μὲν ἐκείνου διδόντος καὶ κελεύοντος, τὰ δὲ καὶ βίᾳ παρανομούντων εἰς τοὺς δεσπότας, σφαττόντων μὲν αὐτούς, ταῖς δὲ δεσποίναις πλησιαζόντων καὶ βιαζομένων τοὺς παῖδας, οὐκ ἀνασχετὰ ποιούμενος ὁ Σερτώριος ἅπαντας ἐν ταὐτῷ στρατοπεδεύοντας κατηκόντισεν, οὐκ ἐλάττους τετρακισχιλίων ὄντας.
6.1 ἐπεὶ δὲ Μάριος μὲν ἐτελεύτησε καὶ Κίννας ἀνῃρέθη μικρὸν ὕστερον, ὁ δὲ νεανίας Μάριος ἄκοντος αὐτοῦ παρὰ τοὺς νόμους ὑπατείαν ἔλαβε, Κάρβωνες δὲ καὶ Νωρβανοὶ καὶ Σκηπίωνες ἐπιόντι Σύλλᾳ κακῶς ἐπολέμουν, καὶ τὰ μὲν ἀνανδρίᾳ καὶ μαλακίᾳ τῶν στρατηγῶν ἐφθείρετο, τὰ δὲ οἱ προδιδόντες ἀπώλλυσαν,
6.2 ἔργον δὲ οὐδὲν ἦν αὐτοῦ παρόντος τοῖς πράγμασι μοχθηρῶς ὑποφερομένοις διὰ τὸ χεῖρον φρονεῖν τοὺς μᾶλλον δυναμένους, τέλος δὲ Σύλλας Σκηπίωνι παραστρατοπεδεύσας καὶ φιλοφρονούμενος, ὡς εἰρήνης ἐσομένης, διέφθειρε τὸ στράτευμα, καὶ ταῦτα προλέγων Σκηπίωνι καὶ διδάσκων Σερτώριος οὐκ ἔπειθε, παντάπασιν ἀπογνοὺς τὴν πόλιν ὥρμησεν εἰς Ἰβηρίαν, ὡς, εἰ φθάσει τὴν ἐκεῖ κρατυνάμενος ἀρχήν, καταφυγὴ τοῖς πταίουσιν ἐνταῦθα τῶν φίλων ἐσόμενος.
6.3 χειμῶσι δὲ χαλεποῖς χρησάμενος ἐν χωρίοις ὀρεινοῖς ὑπὸ βαρβάρων ἐπράττετο τέλη καὶ μισθοὺς τοῦ παρελθεῖν τὴν ὁδόν. ἀγανακτούντων δὲ τῶν σὺν αὐτῷ, καὶ δεινολογουμένων εἰ Ῥωμαίων ἀνθύπατος τέλη καταβαλεῖ βαρβάροις ὀλέθροις, μικρὰ φροντίσας τοῦ δοκοῦντος αἰσχροῦ, καὶ καιρὸν ὠνεῖσθαι φήσας, οὗ σπανιώτερον οὐδὲν ἀνδρὶ μεγάλων ἐφιεμένῳ, τοὺς μὲν βαρβάρους ἐθεράπευσε χρήμασι, τὴν δʼ Ἰβηρίαν ἐπειχθεὶς κατέσχε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme