Thesauros Literature biography Σύγκρισις Σερτωρίου καὶ Εὐμένους

Σύγκρισις Σερτωρίου καὶ Εὐμένους

Σύγκρισις Σερτωρίου καὶ Εὐμένους Plutarch
1.1 ταῦτα ἔστιν ἃ περὶ Εὐμενοῦς καὶ Σερτωρίου μνήμης ἄξια παρειλήφαμεν. ἐν δὲ τῇ συγκρίσει κοινὸν μὲν ἀμφοτέροις ὑπάρχει τὸ ξένους καὶ ἀλλοδαποὺς καὶ φυγάδας ὄντας ἐθνῶν τε παντοδαπῶν καὶ στρατευμάτων μαχίμων τε καὶ μεγάλωνμεγάλων with Bekker: μεγάλων δυνάμεων. ἡγουμένους διατελεῖν, ἴδιον δὲ Σερτωρίῳ μὲν τὸ παρὰ πάντων τῶν συμμάχων δεδομένην ἔχειν διὰ τὸ ἀξίωμα τὴν ἀρχήν, Εὐμενεῖ δὲ τὸ πολλῶν διαφερομένων περὶ τῆς ἡγεμονίας πρὸς αὐτὸν ἐκ τῶν πράξεων λαμβάνειν τὸ πρωτεῖον καὶ τῷ μὲν ἄρχεσθαι βουλόμενοι δικαίως εἵποντο, τῷ δὲ ἄρχειν μὴ δυνάμενοι πρὸς τὸ συμφέρον ὑπήκουον.
1.2 καὶ γὰρ ὁ μὲν Ἰβήρων καὶ Λυσιτανῶν Ῥωμαῖος, ὁ δὲ Χερρονησίτης Μακεδόνων ἦρχεν, ὧν οἱ μὲν ἔκπαλαι Ῥωμαίοις ἐδούλευον, οἱ δὲ τότε πάντας ἀνθρώπους ἐδουλοῦντο. καὶ Σερτώριος μὲν ἀπὸ βουλῆς καὶ στρατηγίας θαυμαζόμενος, Εὐμενὴς δὲ διὰ τὴν γραμματείαν καταφρονούμενος ἐφʼ ἡγεμονίαν προῆλθεν. οὐ μόνον τοίνυν ἐλάττοσι πρὸς τὴν ἀρχὴν ἀφορμαῖς, ἀλλὰ καὶ μείζοσι πρὸς τὴν αὔξησιν ἐχρήσατο κωλύμασιν Εὐμενής.
1.3 καὶ γὰρ ἄντικρυς τοὺς ἐνισταμένους καὶ κρύφα τοὺς ἐπιβουλεύοντας εἶχε πολλούς, οὐχ ὥσπερ τῷ ἑτέρῳ φανερῶς μὲν οὐδείς, λάθρα δὲ ὕστερον καὶ ὀλίγοι τῶν συμμάχων ἐπανέστησαν. διὸ τῷ μὲν ἦν πέρας τοῦ κινδυνεύειν τὸ νικᾶν τοὺς πολεμίους, τῷ δὲ ἐκ τοῦ νικᾶν ὁ κίνδυνος ὑπὸ τῶν φθονούντων.
2.1 τὰ μὲν οὖν κατὰ τὴν στρατηγίαν ἐφάμιλλα καὶ παράλληλα· τῷ δὲ ἄλλῳ τρόπῳ φιλοπόλεμος μὲν ὁ Εὐμενὴς καὶ φιλόνεικος, ἡσυχίας δὲ καὶ πρᾳότητος οἰκεῖος ὁ Σερτώριος. ὁ μὲν γὰρ, ἀσφαλῶς καὶ μετὰ τιμῆς βιοῦν ἐξὸν ἐκποδὼν γενομένῳ τοῖς πρώτοις, μαχόμενος καὶ κινδυνεύων διετέλεσε, τῷ δὲ οὐδὲν δεομένῳ πραγμάτων ὑπὲρ αὐτῆς τῆς τοῦ σώματος ἀσφαλείας πρὸς οὐκ ἐῶντας εἰρήνην ἄγειν ἦν ὁ πόλεμος.
2.2 Εὐμενεῖ μὲν γὰρ Ἀντίγονος ἐκστάντι τῶν ὑπὲρ τοῦ πρωτεύειν ἀγώνων ἡδέως ἂν ἐχρῆτο τὴν μετʼ αὐτὸν ἀγαπῶντι τάξιν, Σερτωρίῳ δὲ οἱ περὶ Πομπήϊον οὐδὲ ζῆν ἀπραγμόνως ἐπέτρεπον. διὸ τῷ μὲν ἑκοντὶ συνέβαινε πολεμεῖν ἐπʼ ἀρχῇ, τῷ δὲ ἀκουσίως ἄρχειν διὰ τὸ πολεμεῖσθαι.
1 / 2 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme