18.2
ἡ μὲν οὖν πρώτη σύρραξις οὐκ ἔσχεν ὠθισμὸν οὐδὲ ἀγῶνα πολύν, ἀλλὰ οἵ τε Θηβαῖοι ταχὺ τοὺς Ὀρχομενίους ἐτρέψαντο καὶ τοὺς Ἀργείους ὁ Ἀγησίλαος· ἐπεὶ δὲ ἀκούσαντες ἀμφότεροι τὰ εὐώνυμα πιέζεσθαι καὶ φεύγειν ἀνέστρεψαν, ἐνταῦθα τῆς νίκης ἀκινδύνου παρούσης, εἰ τῆς κατὰ στόμα μάχης ὑφέσθαι τοῖς Θηβαίοις ἠθέλησε καὶ παίειν ἑπόμενος παραλλάξαντας, ὑπὸ θυμοῦ καὶ φιλονεικίας ἐναντίος ἐχώρει τοῖς ἀνδράσιν, ὤσασθαι κατὰ κράτος βουλόμενος.
18.3
οἱ δὲ οὐχ ἧττον ἐρρωμένως ἐδέξαντο, καὶ μάχη γίνεται διʼ ὅλου μὲν ἰσχυρὰ τοῦ στρατεύματος, ἰσχυροτάτη δὲ κατʼ ἐκεῖνον αὐτὸν ἐν τοῖς πεντήκοντα τεταγμένον, ὧν εἰς καιρὸν ἔοικεν ἡ φιλοτιμία τῷ βασιλεῖ γενέσθαι καὶ σωτήριος, ἀγωνιζόμενοι γὰρ ἐκθύμως καὶ προκινδυνεύοντες ἄτρωτον μὲν αὐτὸν οὐκ ἐδυνήθησαν φυλάξαι, πολλὰς δὲ διὰ τῶν ὅπλων δεξάμενον εἰς τὸ σῶμα πληγὰς δόρασι καὶ ξίφεσι μόλις ἀνήρπασαν ζῶντα, καὶ συμφράξαντες πρὸ αὐτοῦ πολλοὺς μὲν ἀνῄρουν, πολλοὶ δὲ ἔπιπτον.
18.4
ὡς δὲ μέγα ἔργον ἦν ὤσασθαι προτροπάδην τοὺς Θηβαίους, ἠναγκάσθησαν ὅπερ ἐξ ἀρχῆς οὐκ ἐβούλοντο ποιῆσαι. διέστησαν γὰρ αὐτοῖς τὴν φάλαγγα καὶ διέσχον, εἶτα ἀτακτότερον ἤδη πορευομένους, ὡς διεξέπεσον, ἀκολουθοῦντες καὶ παραθέοντες ἐκ πλαγίων ἔπαιον. οὐ μὴν ἐτρέψαντό γε, ἀλλʼ ἀπεχώρησαν οἱ Θηβαῖοι πρὸς τὸν Ἑλικῶνα, μέγα τῇ μάχῃ φρονοῦντες, ὡς ἀήττητοι καθʼ αὑτοὺς γεγονότες.
19.1
Ἀγησίλαος δέ, καίπερ ὑπὸ τραυμάτων πολλῶν κακῶς τὸ σῶμα διακείμενος, οὐ πρότερον ἐπὶ σκηνὴν ἀπῆλθεν ἢ φοράδην ἐνεχθῆναι πρὸς τήν φάλαγγα καὶ τοὺς νεκροὺς ἰδεῖν ἐντὸς τῶν ὅπλων συγκεκομισμένους, ὅσοι μέντοι τῶν πολεμίων εἰς τὸ ἱερὸν κατέφυγον, πάντας ἐκέλευσεν ἀφεθῆναι.
19.2
πλησίον γὰρ ὁ νεώς ἐστιν ὁ τῆς Ἰτωνίας Ἀθηνᾶς, καὶ πρὸ αὐτοῦ τρόπαιον ἕστηκεν, ὃ πάλαι Βοιωτοὶ Σπάρτωνος στρατηγοῦντος ἐνταῦθα νικήσαντες Ἀθηναίους καὶ Τολμίδην ἀποκτείναντες ἔστησαν, ἅμα δʼ ἡμέρᾳ βουλόμενος ἐξελέγξαι τοὺς Θηβαίους ὁ Ἀγησίλαος, εἰ διαμαχοῦνται, στεφανοῦσθαι μὲν ἐκέλευσε τοὺς στρατιώτας, αὐλεῖν δὲ τοὺς αὐλητάς, ἱστάναι δὲ καὶ κοσμεῖν τρόπαιον ὡς νενικηκότας.