Thesauros Literature biography Ἀγησίλαος

Ἀγησίλαος

Ἀγησίλαος Plutarch
2.3 ἡ δὲ ἱλαρότης καὶ τὸ εὔθυμον ἐν ἅπαντι καιρῷ καὶ παιγνιῶδες, ἀχθεινὸν δὲ καὶ τραχὺ μηδέποτε μήτε φωνῇ μήτε ὄψει, τῶν καλῶν καὶ ὡραίων ἐρασμιώτερον αὐτὸν ἄχρι γήρως παρεῖχεν. ὡς δὲ Θεόφραστος ἱστορεῖ, τὸν Ἀρχίδαμον ἐζημίωσαν οἱ ἔφοροι γήμαντα γυναῖκα μικράν· οὐ γὰρ βασιλεῖς ἔφασαν, ἄμμιν, ἀλλὰ βασιλείδια γεννάσει.
3.1 βασιλεύοντος δὲ Ἄγιδος ἧκεν Ἀλκιβιάδης ἐκ Σικελίας φυγὰς εἰς Λακεδαίμονα· καὶ χρόνον οὔπω πολὺν ἐν τῇ πόλει διάγων, αἰ,τίαν ἔσχε τῇ γυναικὶ τὸν βασιλέως, Τιμαίᾳ, συνεῖναι. καὶ τὸ γεννηθὲν ἐξ αὐτῆς παιδάριον οὐκ ἔφη γινώσκειν ὁ Ἆγις, ἀλλʼ ἐξ Ἀλκιβιάδου γεγονέναι. τοῦτο δὲ οὐ πάνυ δυσκόλως τὴν Τιμαίαν ἐνεγκεῖν φησι Δοῦρις, ἀλλὰ καὶ ψιθυρίζουσαν οἴκοι πρὸς τὰς εἱλωτίδας Ἀλκιβιάδην τὸ παιδίον, οὐ Λεωτυχίδην, καλεῖν·
3.2 καὶ μέντοι καὶ τὸν Ἀλκιβιάδην αὐτὸν οὐ πρὸς ὕβριν τῇ Τιμαίᾳ φάναι πλησιάζειν, ἀλλὰ φιλοτιμούμενον βασιλεύεσθαι Σπαρτιάτας ὑπὸ τῶν ἐξ ἑαυτοῦ γεγονότων. διὰ ταῦτα μὲν τῆς Λακεδαίμονος Ἀλκιβιάδης ὑπεξῆλθε, φοβηθεὶς τὸν Ἆγιν ὁ δὲ παῖς τὸν μὲν ἄλλον χρόνον ὕποπτος ἦν τῷ Ἄγιδι, καὶ γνησίου τιμὴν οὐκ εἶχε παρʼ αὐτῷ, νοσοῦντι δὲ προσπεσὼν καὶ δακρύων ἔπεισεν υἱὸν ἀποφῆναι πολλῶν ἐναντίον.
3.3 οὐ μὴν ἀλλὰ τελευτήσαντος τοῦ Ἄγιδος ὁ Λύσανδρος, ἤδη κατανεναυμαχηκὼς Ἀθηναίους καὶ μέγιστον ἐν Σπάρτῃ δυνάμενος, τὸν Ἀγησίλαον ἐπὶ τὴν βασιλείαν προῆγεν, ὡς οὐ προσήκουσαν ὄντι νόθῳ τῷ Λεωτυχίδῃ. πολλοὶ δὲ καὶ τῶν ἄλλων πολιτῶν, διὰ τὴν ἀρετὴνδιὰ τὴν ἀρετὴν Coraës and Bekker, after Bryan. τὴν ἀρετὴν. τοῦ Ἀγησιλάου καὶ τὸ συντετράφθαι καὶ μετεσχηκέναι τῆς ἀγωγῆς, ἐφιλοτιμοῦντο καὶ συνέπραττον αὐτῷ προθύμως. ἦν δὲ Διοπείθης ἀνὴρ χρησμολόγος ἐν Σπάρτῃ, μαντειῶν τε παλαιῶν ὑπόπλεως καὶ δοκῶν περὶ τὰ θεῖα σοφὸς εἶναι καὶ περιττός.
3.4 οὗτος οὐκ ἔφη θεμιτὸν εἶναι χωλὸν γενέσθαι τῆς Λακεδαίμονος βασιλέα, καὶ χρησμὸν ἐν τῇ δίκῃ; τοιοῦτον ἀνεγίνωσκε· φράζεο δή, Σπάρτη, καίπερ μεγάλαυχος ἐοῦσα, μὴ σέθεν ἀρτίποδος βλάστῃ χωλὴ βασιλεία δηρὸν γὰρ νοῦσοί σε κατασχήσουσιν ἄελπτοι φθισιβρότου τʼ ἐπὶ κῦμα κυλινδόμενον πολέμοιο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme