23.5
καίτοι τῷ λόγῳ πανταχοῦ τὴν δικαιοσύνην ἀπέφαινε πρωτεύειν τῶν ἀρετῶν· ἀνδρείας μὲν γὰρ οὐδὲν ὄφελος εἶναι, μὴ παρούσης δικαιοσύνης, εἰ δὲ δίκαιοι πάντες γένοιντο, μηδὲν ἀνδρείας δεήσεσθαι. πρὸς δὲ τοὺς λέγοντας ὅτι ταῦτα δοκεῖ τῷ μεγάλῳ βασιλεῖ, τί δʼ ἐκεῖνος ἐμοῦ, εἶπε, μείζων, εἰ μὴ καὶ δικαιότερος; ὀρθῶς καὶ καλῶς οἰόμενος δεῖν τῷ δικαίῳ καθάπερ μέτρῳ βασιλικῷ μετρεῖσθαι τὴν ὑπεροχὴν τοῦ μείζονος.
23.6
ἣν δὲ τῆς εἰρήνης γενομένης ἔπεμψεν αὐτῷ περὶ ξενίας καὶ φιλίας ἐπιστολὴν ὁ βασιλεύς, οὐκ ἔλαβεν, εἰπὼν ἐξαρκεῖν τὴν κοινὴν φιλίαν, καὶ μηδὲν ἰδίας δεήσεσθαι μενούσης ἐκείνης, ἐν δὲ τοῖς ἔργοις οὐκέτι ταύτην διαφυλάττων τὴν δόξαν, ἀλλὰ τῇ φιλοτιμίᾳ καὶ τῇ φιλονεικίᾳ πολλαχοῦ συνεκφερόμενος, καὶ μάλιστα τῇ πρὸς Θηβαίους,
23.7
οὐ μόνον ἔσωσε τὸν Φοιβίδαν, ἀλλὰ καὶ τὴν πόλιν ἔπεισεν εἰς αὑτὴν ἀναδέξασθαι τὸ ἀδίκημα καὶ κατέχειν τὴν Καδμείαν διʼ ἑαυτῆς, τῶν δὲ πραγμάτων καὶ τῆς πολιτείας Ἀρχίαν καὶ Λεοντίδαν ἀποδεῖξαι κυρίους, διʼ ὧν ὁ Φοιβίδας εἰσῆλθε καὶ κατέλαβε τὴν ἀκρόπολιν.
24.1
ἦν μὲν οὖν εὐθὺς ἐκ τούτων ὑπόνοια Φοιβίδου μὲν ἔργον εἶναι, βούλευμα δὲ Ἀγησιλάου τὸ πεπραγμένον· αἱ δὲ ὕστερον πράξεις ὁμολογουμένην ἐποίησαν τὴν αἰτίαν. ὡς γὰρ ἐξέβαλον οἱ Θηβαῖοι τὴν φρουρὰν καί τὴν πόλιν ἠλευθέρωσαν, ἐγκαλῶν αὐτοῖς ὅτι τὸν Ἀρχίαν καὶ τὸν Λεοντίδαν ἀπεκτόνεσαν, ἔργῳ μὲν τυράννους, λόγῳ δὲ πολεμάρχους ὄντας, ἐξήνεγκε πόλεμον πρὸς αὐτούς.
24.2
καὶ Κλεόμβροτος ἤδη βασιλεύων Ἀγησιπόλιδος τεθνηκότος, εἰς Βοιωτίαν ἐπέμφθη μετὰ δυνάμεως· ὁ γὰρ Ἀγησίλαος, ὡς ἔτη τεσσαράκοντα γεγονὼς ἀφʼ ἥβης καί στρατείας ἔχων ἄφεσιν ὑπὸ τῶν νόμων, ἔφυγε τὴν στρατηγίανστρατηγίαν with Stephanus, Coraës, and S:στρατείαν. ἐκείνην, αἰσχυνόμενος εἰ Φλιασίοις ὀλίγον ἔμπροσθεν ὑπὲρ φυγάδων πεπολεμηκώς, αὖθις ὀφθήσεται Θηβαίους κακῶς ποιῶν διὰ τοὺς τυράννους.