Thesauros Literature biography Ἀγησίλαος

Ἀγησίλαος

Ἀγησίλαος Plutarch
24.3 ἦν δέ τις Λάκων Σφοδρίας ἐκ τῆς ὑπεναντίας στάσεως τῷ Ἀγησιλάῳ τεταγμένος ἐν Θεσπιαῖς ἁρμοστής, οὐκ ἄτολμος μὲν οὐδʼ ἀφιλότιμος ἀνήρ, ἀεὶ δʼ · ἐλπίδων μᾶλλον ἢ φρενῶν ἀγαθῶν μεστός, οὗτος ἐπιθυμῶν ὀνόματος μεγάλου, καί τὸν Φοιβίδαν νομίζων ἔνδοξον γεγονέναι καί περιβόητον ἀπὸ τοῦ περὶ Θήβας τολμήματος, ἐπείσθη πολὺ κάλλιον εἶναι καί λαμπρότερον εἰ τὸν Πειραιᾶ καταλάβοι διʼ ἑαυτοῦ καί τῶν Ἀθηναίων ἀφέλοιτο τὴν θάλασσαν, ἐκ γῆς ἀπροσδοκήτως ἐπελθών.
24.4 λέγουσι δὲ τοῦτο μηχάνημα γενέσθαι τῶν περὶ Πελοπίδαν καί Μέλωνα βοιωταρχῶν. ὑπέπεμψαν γὰρ ἀνθρώπους λακωνίζειν προσποιουμένους, οἳ τὸν Σφοδρίαν ἐπαινοῦντες καί μεγαλύνοντες ὡς ἔργου τηλικούτου μόνον ἄξιον, ἐπῆραν καί παρώρμησεν ἀνελέσθαι πρᾶξιν ἄδικον μὲν ὁμοίως ἐκείνῃ καί παράνομον, τόλμης δὲ καί τύχης ἐνδεᾶ γενομένην.
24.5 ἡμέρα γὰρ αὐτὸν ἐν τῷ Θριασίῳ πεδίῳ κατέλαβε καί κατέλαμψεν ἐλπίσαντα νυκτὸς προσμίξειν τῷ Πειραιεῖ· καί φῶς ἀφʼ ἱερῶν τινων Ἐλευσινόθεν ἰδόντας λέγουσι φρῖξαι καί περιφόβους γενέσθαι τοὺς στρατιώτας. αὐτὸς δὲ τοῦ θράσους ἐξέπεσεν, ὡς οὐκέτι λαθεῖν ἦν, καί τινα βραχεῖαν ἁρπαγὴν θέμενος αἰσχρῶς ἀνεχώρησε καί ἀδόξως εἰς τὰς Θεσπιάς.
24.6 ἐκ δὲ τούτου κατήγοροι μὲν ἐπέμφθησαν εἰς Σπάρτην ἐξ Ἀθηνῶν, εὗρον δὲ κατηγορίαςκατηγορίας with S:κατηγόρων. μηδὲν ἐπὶ τὸν Σφοδρίαν δεομένους τοὺς ἄρχοντας, ἀλλὰ θανάτου κρίσιν αὐτῷ προειρηκότας, ἣν ἐκεῖνος ὑπομένειν ἀπέγνω, φοβούμενος τὴν ὀργὴν τῶν πολιτῶν αἰσχυνομένων τοὺς Ἀθηναίους καί βουλομένων συναδικεῖσθαι δοκεῖν, ἵνα μὴ συναδικεῖν δοκῶσιν.
25.1 εἶχεν οὖν υἱὸν ὁ Σφοδρίας Κλεώνυμον, οὗ παιδὸς ὄντος ἔτι καὶ καλοῦ τὴν ὄψιν Ἀρχίδαμος ὁ Ἀγησιλάου τοῦ βασιλέως υἱὸς ἤρα. καὶ τότε συνηγωνία μὲν ὡς εἰκὸς αὐτῷὡς εἰκὸς αὐτῷ with S; other MSS.ὡς εἰκὸς ἦν:αὐτῷ. κινδυνεύοντι περὶ τὸν πατρός, συμπράττειν δὲ φανερῶς καὶ βοηθεῖν οὐκ εἶχεν ἦν γὰρ ὁ Σφοδρίας ἐκ τῶν διαφόρων τοῦ Ἀγησιλάου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme