40.3
ἔθους δὲ ὄντος Λακωνικοῦ τῶν μὲν ἄλλων ἐπὶ ξένης ἀποθανόντων αὐτοῦ τὰ σώματα κηδεύειν καὶ ἀπολείπειν, τὰ δὲ τῶν βασιλέων οἴκαδε κομίζειν, οἱ παρόντες Σπαρτιᾶται κηρὸν ἐπιτήξαντες τῷ νεκρῷ, μέλιτος οὐ παρόντος, ἀπῆγον εἰς Λακεδαίμονα, τὴν δὲ βασιλείαν Ἀρχίδαμος ὁ υἱὸς αὐτοῦ παρέλαβε, καὶ διέμεινε τῷ γένει μέχρις Ἄγιδος, ὃν ἐπιχειροῦντα τὴν πάτριον ἀναλαβεῖν πολιτείαν ἀπέκτεινε Λεωνίδας πέμπτον ἀπʼ Ἀγησιλάου γεγονότα.