Thesauros Literature biography Ἀγησίλαος

Ἀγησίλαος

Ἀγησίλαος Plutarch
7.3 ἐκ δὲ τούτου πρῶτον μὲν οἱ λοιποὶ Σπαρτιᾶται χαλεπῶς ἔφερον ὑπηρέται Λυσάνδρου μᾶλλον ἢ σύμβουλοι βασιλέως ὄντες ἔπειτα δʼ αὐτὸς ὁ Ἀγησίλαος, εἰ καὶ μὴ φθονερὸς ἦν μηδὲ ἤχθετο τοῖς τιμωμένοις, ἀλλὰ φιλότιμος ὢν σφόδρα καὶ φιλόνεικος, ἐφοβεῖτο μή, κἂν ἐνέγκωσί τι λαμπρὸν αἱ πράξεις, τοῦτο Λυσάνδρου γένηται διὰ τὴν δόξαν. οὕτως οὖν ἐποίει.
7.4 πρῶτον ἀντέκρουε ταῖς συμβουλίαις αὐτοῦ, καὶ πρὸς ἃς ἐκεῖνος ἐσπουδάκει μάλιστα πράξεις ἐῶν χαίρειν καὶ παραμελῶν, ἕτερα πρὸ ἐκείνων ἔπραττεν ἔπειτα τῶν ἐντυγχανόντων καὶ δεομένων οὓς αἴσθοιτο Λυσάνδρῳ μάλιστα πεποιθότας, ἀπράκτους ἀπέπεμπε· καὶ περὶ τὰς κρίσεις ὁμοίως οἷς ἐκεῖνος ἐπηρεάζοι, τούτους ἔδει πλέον ἔχοντας ἀπελθεῖν, καὶ τοὐναντίον οὓς φανερὸς γένοιτο προθυμούμενος ὠφελεῖν, χαλεπὸν ἦν μὴ καὶ ζημιωθῆναι.
7.5 γινομένων δὲ τούτων οὐ κατὰ. τύχην, ἀλλʼ οἷον ἐκ παρασκευῆς καὶ ὁμαλῶς, αἰσθόμενος τὴν αἰτίαν ὁ Λύσανδρος οὐκ ἀπεκρύπτετο πρὸς τοὺς φίλους, ἀλλʼ ἔλεγεν ὡς διʼ αὐτὸν ἀτιμάζοιντο, καὶ παρεκάλει θεραπεύειν ἰόντας τὸν βασιλέα καὶ τοὺς μᾶλλον αὐτοῦ δυναμένους.
8.1 ὡς οὖν ταῦτα πράττειν καὶ λέγειν ἐδόκει φθόνον ἐκείνῳ μηχανώμενος, ἔτι μᾶλλον αὐτοῦ καθάψασθαι βουλόμενος Ἀγησίλαος ἀπέδειξε κρεοδαίτην καὶ προσεῖπεν, ὡς λέγεται, πολλῶν ἀκουόντων νῦν οὖν θεραπευέτωσαν οὗτοι ἀπιόντες τὸν ἐμὸν κρεοδαιτην.
8.2 ἀχθόμενος οὖν ὁ Λύσανδρος λέγει πρὸς αὐτόν· ἤιδεις ἄρα σαφῶς, Ἀγησίλαε, φίλους ἐλαττοῦν. νὴ Δίʼ,Νὴ Δἴ Cobet, comparing Xenophon, Hell. iii. 4, 9:Ηιδειν (I know how to humble). ἔφη, τοὺς ἐμοῦ μεῖζον δύνασθαι βουλομένους. καὶ ὁ Λύσανδρος, ἀλλʼ ἴσως, ἔφη, ταῦτα σοὶ λέλεκται βέλτιον ἢ ἐμοὶ πέπρακται. δὸς δέ μοι τινὰ τάξιν καὶ χώραν ἔνθα μὴ λυπῶν ἔσομαί σοι χρήσιμος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme