Thesauros Literature biography Ἀγησίλαος

Ἀγησίλαος

Ἀγησίλαος Plutarch
1.1 Ἀρχίδαμος ὁ Ζευξιδάμου βασιλεύσας ἐπιφανῶς Λακεδαιμονίων, κατέλιπεν υἱὸν ἐκ γυναικὸς εὐδοκίμου, Λαμπιδοῦς, Ἆγιν, καί πολὺ νεώτερον ἐξ Εὐπωλίας τῆς Μελησιππίδα θυγατρός, Ἀγησίλαον. ἐπεὶ δὲ τῆς βασιλείας Ἄγιδι προσηκούσης κατὰ τὸν νόμον ἰδιώτης ἐδόκει βιοτεύσειν ὁ Ἀγησίλαος, ἤχθη τὴν λεγομένην ἀγωγὴν ἐν Λακεδαίμονι, σκληρὰν μὲν οὖσαν τῇ διαίτῃ καί πολύπονον, παιδεύουσαν δὲ τοὺς νέους ἄρχεσθαι.
1.2 διὸ καί φασιν ὑπὸ τοῦ Σιμωνίδου τὴν Σπάρτην προσηγορεῦσθαι δαμασίμβροτον, ὡς μάλιστα διὰ τῶν ἐθῶν τοὺς πολίτας τοῖς νόμοις πειθηνίους καὶ χειροήθεις ποιοῦσαν, ὥσπερ ἵππους εὐθὺς ἐξ ἀρχῆς δαμαζομένους, ταύτης ἀφίησιν ὁ νόμος τῆς ἀνάγκης τοὺς ἐπὶ βασιλείᾳ τρεφομένους παῖδας.
1.3 Ἀγησιλάῳ δὲ καί τοῦτο ὑπῆρξεν ἴδιον, ἐλθεῖν ἐπὶ τὸ ἄρχειν μὴ ἀπαίδευτον τοῦ ἄρχεσθαι.τοῦ ἄρχεσθαι with Ma and Cobet: ἄρχεσθαι. διὸ καί πολὺ τῶν βασιλέων εὐαρμοστότατον αὑτὸν τοῖς ὑπηκόοις παρέσχε, τῷ φύσει ἡγεμονικῷ καί βασιλικῷ προσκτησάμενος ἀπὸ τῆς ἀγωγῆς τὸ δημοτικὸν καί φιλάνθρωπον.
2.1 ἐν δὲ ταῖς καλουμέναις ἀγέλαις τῶν συντρεφομένων παίδων Λύσανδρον ἔσχεν ἐραστήν, ἐκπλαγέντα μάλιστα τῷ κοσμίῳ τῆς φύσεως αὐτοῦ. φιλονεικότατος γὰρ ὢν καὶ θυμοειδέστατος ἐν τοῖς νέοις καὶ πάντα πρωτεύειν βουλόμενος, καὶ τὸ σφοδρὸν ἔχων καὶ ῥαγδαῖον ἄμαχον καὶ δυσεκβίαστον, εὐπειθείᾳ πάλιν αὖ καὶ πρᾳότητι τοιοῦτος ἦν οἷος φόβῳ μηδέν, αἰσχύνῃ δὲ πάντα ποιεῖν τὰ προσταττόμενα, καὶ τοῖς ψόγοις ἀλγύνεσθαι μᾶλλον ἢ τοὺς πόνους βαρύνεσθαι·
2.2 τὴν δὲ τοῦ σκέλους πήρωσιν ἥ τε ὥρα τοῦ σώματος ἀνθοῦντος ἐπέκρυπτε, καὶ τὸ ῥᾳδίως φέρειν καὶ ἱλαρῶς τὸ τοιοῦτο, παίζοντα καὶ σκώπτοντα πρῶτον ἑαυτόν, οὐ μικρὸν ἦν ἐπανόρθωμα τοῦ πάθους, ἀλλὰ καὶ τὴν φιλοτιμίαν ἐκδηλοτέραν ἐποίει, πρὸς μηδένα πόνον μηδὲ πρᾶξιν ἀπαγορεύοντος αὐτοῦ διὰ τὴν χωλότητα, τῆς δὲ μορφῆς εἰκόνα μὲν οὐκ ἔχομεν αὐτὸς γὰρ οὐκ ἠθέλησεν, ἀλλὰ καὶ ἀποθνήσκων ἀπεῖπε μήτε πλαστὰν μήτε μιμηλάν τινα ποιήσασθαι τοῦ σώματος εἰκόνα, λέγεται δὲ μικρός τε γενέσθαι καὶ τὴν ὄψιν εὐκαταφρόνητος·
1 / 41 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme