Thesauros Literature biography Πομπήϊος

Πομπήϊος

Πομπήϊος Plutarch
34.2 οὗτοι πρῶτον μὲν αἰτοῦντι Πομπηΐῳ δίοδον ἔδοσαν χειμῶνος δὲ τὴν στρατιὰν ἐν τῇ χώρᾳ καταλαβόντος καὶ τῆς Κρονικῆς ἑορτῆς τοῖς Ῥωμαίοις καθηκούσης, γενόμενοι τετρακισμυρίων οὐκ ἐλάττους ἐπεχείρησαν αὐτοῖς, διαβάντες τὸν Κύρνον ποταμόν, ὃς ἐκ τῶν Ἰβηρικῶν ὀρῶν ἀνιστάμενος καὶ δεχόμενος κατιόντα τὸν Ἀράξην ἀπʼ Ἀρμενίας ἐξίησι δώδεκα στόμασιν εἰς τὸ Κάσπιον.
34.3 οἱ δὲ οὔ φασι τούτῳ συμφέρεσθαι τὸν Ἀράξην, ἀλλὰ καθʼ ἑαυτόν, ἐγγὺς δὲ ποιεῖσθαι τὴν ἐκβολὴν εἰς ταὐτὸ πέλαγος. Πομπήϊος δέ, καίπερ ἐνστῆναι δυνάμενος πρὸς τὴν διάβασιν τοῖς πολεμίοις, περιεῖδε διαβάντας καθʼ ἡσυχίαν εἶτα ἐπαγαγὼν ἐτρέψατο καὶ διέφθειρε παμπληθεῖς.
34.4 τῷ δὲ βασιλεῖ δεηθέντι καὶ πέμψαντι πρέσβεις ἀφεὶς τὴν ἀδικίαν καὶ σπεισάμενος, ἐπὶ τοὺς Ἴβηρας ἐβάδιζε, πλήθει μὲν οὐκ ἐλάττονας, μαχιμωτέρους δὲ τῶν ἑτέρων ὄντας, ἰσχυρῶς δὲ βουλομένους τῷ Μιθριδάτῃ χαρίζεσθαι καὶ διωθεῖσθαι τὸν Πομπήϊον.
34.5 οὔτε γὰρ Μήδοις οὔτε Πέρσαις ὑπήκουσαν Ἴβηρες, διέφυγον δὲ καὶ τὴν Μακεδόνων ἀρχήν, Ἀλεξάνδρου διὰ ταχέων ἐκ τῆς Ὑρκανίας ἀπάραντος. οὐ μὴν ἀλλὰ καὶ τούτους μάχῃ μεγάλῃ τρεψάμενος ὁ Πομπήϊος, ὥστε ἀποθανεῖν μὲν ἐνακισχιλίους, ἁλῶναι δὲ πλείους μυρίων, εἰς τὴν Κολχικὴν ἐνέβαλε καὶ πρὸς τὸν Φᾶσιν αὐτῷ Σερουΐλιος ἀπήντησε, τὰς ναῦς ἔχων αἷς ἐφρούρει τὸν Πόντον.
35.1 ἡ μὲν οὖν Μιθριδάτου δίωξις ἐνδεδυκότος εἰς τὰ περὶ Βόσπορον ἔθνη καὶ τὴν Μαιῶτιν ἀπορίας εἶχε μεγάλας· Ἀλβανοὶ δὲ αὖθις ἀφεστῶτες αὐτῷ προσηγγέλθησαν. πρὸς οὓς ὑπʼ ὀργῆς καὶ φιλονεικίας ἐπιστρέψας τόν τε Κύρνον μόλις καὶ παραβόλως πάλιν διεπέρασεν ἐπὶ πολὺ σταυροῖς ὑπὸ τῶν βαρβάρων ἀποκεχαρακωμένον,
35.2 καὶ μακρᾶς αὐτὸν ἐκδεχομένης ἀνύδρου καὶ ἀργαλέας ὁδοῦ, μυρίους ἀσκοὺς ὕδατος ἐμπλησάμενος ἤλαυνεν ἐπὶ τοὺς πολεμίους, καὶ κατέλαβε πρὸς Ἄβαντι ποταμῷ παρατεταγμένους ἑξακισμυρίους πεζοὺς καὶ δισχιλίους ἱππεῖς ἐπὶ μυρίοις, ὡπλισμένους δὲ φαύλως καὶ δέρμασι θηρίων τοὺς πολλούς, ἡγεῖτο δὲ αὐτῶν βασιλέως ἀδελφὸς ὄνομα Κῶσις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme