Thesauros Literature biography Πομπήϊος

Πομπήϊος

Πομπήϊος Plutarch
46.2 ἣν γὰρ ἐκ προσηκόντων αὐτὸς ἐκτήσατο δύναμιν ἐν τῇ πόλει, ταύτῃ χρώμενος ὑπὲρ ἄλλων οὐ δικαίως, ὅσον ἐκείνοις ἰσχύος προσετίθει τῆς ἑαυτοῦ δόξης ἀφαιρῶν, ἔλαθε ῥώμῃ καὶ μεγέθει τῆς αὐτοῦ δυνάμεως καταλυθείς, καὶ καθάπερ τὰ καρτερώτατα μέρη καὶ χωρία τῶν πόλεων, ὅταν δέξηται πολεμίους, ἐκείνοις προστίθησι τὴν αὑτῶν ἰσχύν, οὕτως διὰ τῆς Πομπηΐου δυνάμεως Καῖσαρ ἐξαρθεὶς ἐπὶ τὴν πόλιν κατὰ τῶν ἄλλων ἴσχυσε, τοῦτον ἀνέτρεψε καὶ κατέβαλεν. ἐπράχθη δὲ οὕτως.
46.3 Λεύκολλον, ὡς ἐπανῆλθεν ἐξ Ἀσίας ὑπὸ Πομπηΐου περιϋβρισμένος, αὐτίκα τε λαμπρῶς ἡ σύγκλητος ἐδέξατο, καὶ μᾶλλον ἔτι Πομπηΐου παραγενομένου κολούουσα τὴν δόξαν ἤγειρεν ἐπὶ τὴν πολιτείαν. ὁ δὲ τἆλλα μὲν ἀμβλὺς ἦν ἤδη καὶ κατέψυκτο τὸ πρακτικόν, ἡδονῇ σχολῆς καὶ ταῖς περί τὸν πλοῦτον διατριβαῖς ἑαυτὸν ἐνδεδωκώς, ἐπὶ δὲ Πομπήϊον εὐθὺς ἀΐξας καὶ λαβόμενος ἐντόνως αὐτοῦ περί τε τῶν διατάξεων ἃς ἔλυσεν ἐκράτει, καὶ πλέον εἶχεν ἐν τῇ βουλῇ συναγωνιζομένου Κάτωνος.
46.4 ἐκπίπτων δὲ καὶ περιωθούμενος ὁ Πομπήϊος ἠναγκάζετο δημαρχοῦσι προσφεύγειν καὶ προσαρτᾶσθαι μειρακίοις· ὧν ὁ βδελυρώτατος καὶ θρασύτατος Κλώδιος ἀναλαβὼν αὐτὸν ὑπέρριψε τῷ δήμῳ, καὶ παρʼ ἀξίαν κυλινδούμενον ἐν ἀγορᾷ ἔχων καὶ περιφέρων ἐχρῆτο τῶν πρὸς χάριν ὄχλου καὶ κολακείαν γραφομένων καὶ λεγομένων βεβαιωτῇ,
46.5 καὶ προσέτι μισθὸν ᾔτει, ὥσπερ οὐ καταισχύνων, ἀλλὰ εὐεργετῶν, ὃν ὕστερον ἔλαβε παρὰ Πομπηΐου, προέσθαι Κικέρωνα, φίλον ὄντα καὶ πλεῖστα δὴ πεπολιτευμένον ὑπὲρ αὐτοῦ. κινδυνεύοντι γὰρ αὐτῷ καὶ δεομένῳ βοηθείας οὐδὲ εἰς ὄψιν προῆλθεν, ἀλλὰ τοῖς ἥκουσιν ἀποκλείσας τὴν αὔλειον ἑτέραις θύραις ᾤχετο ἀπιών. Κικέρων δὲ φοβηθεὶς τὴν κρίσιν ὑπεξῆλθε τῆς Ῥώμης.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme