Thesauros Literature biography Πομπήϊος

Πομπήϊος

Πομπήϊος Plutarch
53.7 οὕτως ἡ τύχη μικρόν ἐστι πρὸς τὴν φύσιν. οὐ γὰρ ἀποπίμπλησιν αὐτῆς τὴν ἐπιθυμίαν, ὅπου τοσοῦτον βάθος ἡγεμονίας καὶ μέγεθος εὐρυχωρίας δυοῖν ἀνδροῖν οὐκ ἐπέσχεν, ἀλλʼ ἀκούοντες καὶ ἀναγινώσκοντες ὅτι τριχθὰ δὲ πάντα δέδασται τοῖς θεοῖς, ἕκαστος δʼ ἔμμορε τιμῆς, ἑαυτοῖς οὐκ ἐνόμιζον ἀρκεῖν δυσὶν οὖσι τὴν Ῥωμαίων ἀρχήν.
54.1 καίτοι Πομπήϊος εἶπέ ποτε δημηγορῶν ὅτι πᾶσαν ἀρχήν λάβοι πρότερον ἢ προσεδόκησε καὶ κατάθοιτο θᾶττον ἢ προσεδοκήθη. καὶ νὴ Δία μαρτυρούσας εἶχεν ἀεὶ τὰς διαλύσεις τῶν στρατοπέδων. τότε δὲ τὸν Καίσαρα δοκῶν οὐ προήσεσθαι τὴν δύναμιν ἐζήτει ταῖς πολιτικαῖς ἀρχαῖς ὀχυρὸς εἶναι πρὸς αὐτόν, ἄλλο δὲ οὐδὲν ἐνεωτέριζεν, οὐδὲ ἐβούλετο δοκεῖν ἀπιστεῖν, ἀλλʼ ὑπερορᾶν μᾶλλον καὶ καταφρονεῖν.
54.2 ἐπεὶ δὲ τὰς ἀρχὰς οὐ κατὰ γνώμην ἑώρα βραβευομένας, δεκαζομένων τῶν πολιτῶν, ἀναρχίαν ἐν τῇ πόλει περιεῖδε γενομένην καὶ λόγος εὐθὺς ἐχώρει πολὺς ὑπὲρ δικτάτορος, ὃν πρῶτος εἰς μέσον ἐξενεγκεῖν ἐτόλμησε Λουκίλλιος ὁ δήμαρχος, τῷ δήμῳ παραινῶν ἑλέσθαι δικτάτορα Πομπήϊον. ἐπιλαβομένου δὲ Κάτωνος οὗτος μὲν ἐκινδύνευσε τὴν δημαρχίαν ἀποβαλεῖν, ὑπὲρ δὲ Πομπηΐου πολλοὶ τῶν φίλων ἀπελογοῦντο παριόντες ὡς οὐ δεομένου τῆς ἀρχῆς ἐκείνης οὐδὲ βουλομένου.
54.3 Κάτωνος δὲ Πομπήϊον ἐπαινέσαντος καὶ προτρεψαμένου τῆς εὐκοσμίας ἐπιμεληθῆναι, τότε μὲν αἰδεσθεὶς ἐπεμελήθη, καὶ κατεστάθησαν ὕπατοι Δομέτιος καὶ Μεσσάλας, ὕστερον δὲ πάλιν ἀναρχίας γινομένης καὶ πλειόνων ἤδη τὸν περὶ τοῦ δικτάτορος λόγον ἐγειρόντων ἰταμώτερον, φοβηθέντες οἱ περὶ Κάτωνα μὴ βιασθῶσιν, ἔγνωσαν ἀρχήν τινα τῷ Πομπηΐῳ προέμενοι νόμιμον ἀποτρέψαι τῆς ἀκράτου καὶ τυραννικῆς ἐκείνης.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme