Thesauros Literature biography Πομπήϊος

Πομπήϊος

Πομπήϊος Plutarch
80.2 παρέμεινε δὲ αὐτῷ Φίλιππος, ἕως ἐγένοντο μεστοὶ τῆς ὄψεως· εἶτα περιλούσας τῇ θαλάσσῃ τὸ σῶμα καὶ χιτωνίῳ τινὶ τῶν ἑαυτοῦ περιστείλας, ἄλλο δὲ οὐδὲν ἔχων, ἀλλὰ περισκοπῶν τὸν αἰγιαλὸν εὗρε μικρᾶς ἁλιάδος λείψανα, παλαιὰ μέν, ἀρκοῦντα δὲ νεκρῷ γυμνῷ καὶ οὐδὲ ὅλῳ πυρκαϊὰν ἀναγκαίαν παρασχεῖν.
80.3 ταῦτα συγκομίζοντος αὐτοῦ καὶ συντιθέντος ἐπιστὰς ἀνὴρ Ῥωμαῖος ἤδη γέρων, τὰς δὲ πρώτας στρατείας ἔτι νέος Πομπηΐῳ συνεστρατευμένος, τίς ὤν, ὦ ἄνθρωπε, ἔφη, θάπτειν διανοῇ Μάγνον Πομπήϊον; ἐκείνου δὲ φήσαντος ὡς ἀπελεύθερος, ἀλλʼ οὐ μόνῳ σοί, ἔφη, τοῦτο τὸ καλὸν ὑπάρξει· κἀμὲ δὲ ὥσπερ εὑρήματος εὐσεβοῦς δέξαι κοινωνόν, ὡς μὴ κατὰ πάντα μέμφωμαι τὴν ἀποξένωσιν, ἀντὶ πολλῶν ἀνιαρῶν τοῦτο γοῦν εὑράμενος, ἅψασθαι καὶ περιστεῖλαι ταῖς ἐμαῖς χερσὶ τὸν μέγιστον αὐτοκράτορα Ῥωμαίων.
80.4 οὕτω μὲν ἐκηδεύετο Πομπήϊος, τῇ δʼ ὑστεραίᾳ Λεύκιος Λέντλος οὐκ εἰδὼς τὰ πεπραγμένα, πλέων ἀπὸ Κύπρου καὶ παρὰ γῆν κομιζόμενος, ὡς εἶδε νεκροῦ πυρὰν καὶ παρεστῶτα τὸν Φίλιππον, οὔπω καθορώμενος· τίς ἄρα, ἔφη, τὸ πεπρωμένον ἐνταῦθα τελέσας ἀναπέπαυται; καὶ μικρὸν διαλιπὼν καὶ στενάξας, τάχα δέ, εἶπε, σύ, Πομπήϊε Μάγνε. καὶ μετὰ μικρὸν ἀποβὰς καὶ συλληφθεὶς ἀπέθανε.
80.5 τοῦτο Πομπηΐου τέλος, οὐ πολλῷ δὲ ὕστερον Καῖσαρ ἐλθὼν εἰς Αἴγυπτον ἄγους τοσούτου καταπεπλησμένην τὸν μὲν προσφέροντα τὴν κεφαλὴν ὡς παλαμναῖον ἀπεστράφη, τὴν δὲ σφραγῖδα τοῦ Πομπηΐου δεξάμενος ἐδάκρυσεν ἦν δὲ γλυφὴ λέων ξιφήρης. Ἀχιλλᾶν δὲ καὶ Ποθεινὸν ἀπέσφαξεν αὐτὸς δὲ ὁ βασιλεὺς μάχῃ λειφθεὶς περὶ τὸν ποταμὸν ἠφανίσθη.
80.6 Θεόδοτον δὲ τὸν σοφιστὴν ἡ μὲν ἐκ Καίσαρος δίκη παρῆλθε· φυγὼν γὰρ Αἴγυπτον ἐπλανᾶτο ταπεινὰ πράττων καὶ μισούμενος· Βροῦτος δὲ Μάρκος, ὅτε Καίσαρα κτείνας ἐκράτησεν, ἐξευρὼν αὐτὸν ἐν Ἀσίᾳ καὶ πᾶσαν αἰκίαν αἰκισάμενος ἀπέκτεινεν. τὰ δὲ λείψανα τοῦ Πομπηΐου Κορνηλία δεξαμένη κομισθέντα, περὶ τὸν Ἀλβανὸν ἔθηκεν.
← Previous 75 / 75

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme