Thesauros Literature biography Πομπήϊος

Πομπήϊος

Πομπήϊος Plutarch
10.5 ἀλλʼ Ὀππίῳ μέν, ὅταν περὶ τῶν Καίσαρος πολεμίων ἢ φίλων διαλέγηται, σφόδρα δεῖ πιστεύειν μετὰ εὐλαβείας· Πομπήϊος δὲ τοὺς μὲν ἐν δόξῃ μάλιστα τῶν Σύλλα πολεμίων καὶ φανερῶς ἁλισκομένους ἀναγκαίως ἐκόλαζε, τῶν δʼ ἄλλων ὅσους ἐξῆν περιεώρα λανθάνοντας, ἐνίους δὲ καὶ συνεξέπεμπε.
10.6 τὴν δὲ Ἱμεραίων πόλιν ἐγνωκότος αὐτοῦ κολάζειν γενομένην μετὰ τῶν πολεμίων, Σθένις ὁ δημαγωγὸς αἰτησάμενος λόγον οὐκ ἔφη δίκαια ποιήσειν τὸν Πομπήϊον, ἐὰν τὸν αἴτιον ἀφεὶς ἀπολέσῃ τοὺς μηδὲν ἀδικοῦντας. ἐρομένου δὲ ἐκείνου τίνα λέγει τὸν αἴτιον, ἑαυτὸν ὁ Σθένις ἔφη, τοὺς μὲν φίλους πείσαντα τῶν πολιτῶν, τοὺς δʼ ἐχθροὺς βιασάμενον.
10.7 ἀγασθεὶς οὖν τὴν παρρησίαν καὶ τὸ φρόνημα τοῦ ἀνδρὸς ὁ Πομπήϊος ἀφῆκε τῆς αἰτίας πρῶτον ἐκεῖνον, εἶτα τοὺς ἄλλους ἅπαντας, ἀκούων δὲ τοὺς στρατιώτας ἐν ταῖς ὁδοιπορίαις ἀτακτεῖν, σφραγῖδα ταῖς μαχαίραις αὐτῶν ἐπέβαλεν, ἣν ὁ μὴ φυλάξας ἐκολάζετο.
11.1 ταῦτα πράττων ἐν Σικελίᾳ καὶ πολιτευόμενος ἐδέξατο δόγμα συγκλήτου καὶ γράμματα Σύλλα κελεύοντα εἰς Λιβύην πλεῖν καὶ πολεμεῖν Δομετίῳ κατὰ κράτος, ἠθροικότι πολλαπλασίαν δύναμιν ἧς ἔχων Μάριος οὐ πάλαι διεπέρασεν ἐκ Λιβύης εἰς Ἰταλίαν καὶ συνέχει τὰ Ῥωμαίων πράγματα, τύραννος ἐκ φυγάδος καταστάς.
11.2 ὀξέως οὖν ἅπαντα παρασκευασάμενος ὁ Πομπήϊος Σικελίας μὲν ἄρχοντα Μέμμιον κατέλιπε τὸν ἄνδρα τῆς ἀδελφῆς, αὐτὸς δὲ ἀνήγετο ναυσὶ μὲν μακραῖς ἑκατὸν εἴκοσι, φορτηγοῖς δὲ σῖτον καὶ βέλη καὶ χρήματα καὶ μηχανὰς κομιζούσαις ὀκτακοσίαις. κατασχόντι δὲ αὐτῷ ταῖς μὲν εἰς Ἰτύκην ναυσί, ταῖς δὲ εἰς Καρχηδόνα, τῶν πολεμίων ἀποστάντες ἑπτακισχίλιοι προσεχώρησαν, αὐτὸς δὲ ἦγεν ἓξ ἐντελῆ τάγματα.
11.3 συμβῆναι δὲ αὐτῷ πρᾶγμα γελοῖον ἱστοροῦσι. στρατιῶται γάρ τινες, ὡς ἔοικε, θησαυρῷ περιπεσόντες ἔλαβον συχνὰ χρήματα, τοῦ δὲ πράγματος γενομένου φανεροῦ δόξα τοῖς ἄλλοις παρέστη πᾶσι χρημάτων μεστὸν εἶναι τὸν τόπον ἐν ταῖς ποτε τύχαις τῶν Καρχηδονίων ἀποτεθειμένων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme