Thesauros Literature biography Ἀγησιλάου καὶ Πομπηΐου σύγκρισις

Ἀγησιλάου καὶ Πομπηΐου σύγκρισις

Ἀγησιλάου καὶ Πομπηΐου σύγκρισις Plutarch
3.4 Πομπήϊος δέ, πεντακισχιλίοις μόνοις καὶ τριακοσίοις μίαν Καίσαρος πόλιν Ἰταλικὴν καταλαβόντος, ἐξέπεσε τῆς Ῥώμης ὑπὸ δέους, ἢ τοσούτοις εἴξας ἀγεννῶς ἢ πλείονας ψευδῶς εἰκάσας· καὶ συσκευασάμενος τὰ τέκνα καὶ τὴν γυναῖκα αὑτοῦ, τὰς δὲ τῶν ἄλλων πολιτῶν ἐρήμους ἀπολιπὼν ἔφυγε, δέον ἢ κρατεῖν μαχόμενον ὑπὲρ τῆς πατρίδος ἢ δέχεσθαι διαλύσεις παρὰ τοῦ κρείττονος· ἦν γὰρ πολίτης καὶ οἰκεῖος·
3.5 νῦν δὲ ᾧ στρατηγίας χρόνον ἐπιμετρῆσαι καὶ ὑπατείαν ψηφίσασθαι δεινὸν ἡγεῖτο, τούτῳ παρέσχε λαβόντι τὴν πόλιν εἰπεῖν πρὸς Μέτελλον ὅτι κἀκεῖνον αἰχμάλωτον αὑτοῦ νομίζει καὶ τοὺς ἄλλους ἅπαντας.
4.1 ὃ τοίνυν ἔργον ἐστὶν ἀγαθοῦ στρατηγοῦ μάλιστα, κρείττονα μὲν ὄντα βιάσασθαι τοὺς πολεμίους μάχεσθαι, λειπόμενον δὲ δυνάμει μὴ βιασθῆναι, τοῦτο ποιῶν Ἀγησίλαος ἀεὶ διεφύλαξεν ἑαυτὸν ἀνίκητον· Πομπήϊον δὲ Καῖσαρ, οὗ μὲν ἦν ἐλάττων, διέφυγε μὴ βλαβῆναι, καθὸ δὲ κρείττων ἦν, ἠνάγκασεν ἀγωνισάμενον τῷ πεζῷ περὶ πάντων σφαλῆναι, καὶ κύριος εὐθὺς ἦν χρημάτων καὶ ἀγορᾶς καὶ θαλάττης, ὑφʼ ὧν διεπέπρακτο ἂν ἄνευ μάχης ἐκείνοις προσόντων.
4.2 τὸ δʼ ὑπὲρ τούτων ἀπολόγημα μέγιστόν ἐστιν ἔγκλημα στρατηγοῦ τηλικούτου. νέον μὲν γὰρ ἄρχοντα θορύβοις καὶ καταβοήσεσιν εἰς μαλακίαν καὶ δειλίαν ἐπιταραχθέντα τῶν ἀσφαλεστάτων ἐκπεσεῖν λογισμῶν εἰκός ἐστι καὶ συγγνωστόν Πομπήϊον δὲ Μάγνον, οὗ Ῥωμαῖοι τὸ μὲν στρατόπεδον πατρίδα, σύγκλητον δὲ τὴν σκηνήν, ἀποστάτας δὲ καὶ προδότας τοὺς ἐν Ῥώμῃ πολιτευομένους καὶ στρατηγοῦντας καὶ ὑπατεύοντας ἐκάλουν, ἀρχόμενον δὲ ὑπʼ οὐδενὸς ἔγνωσαν,
4.3 πάσας δὲ αὐτοκράτορα στρατευσάμενον ἄριστα τὰς στρατείας, τίς ἂν ἀνάσχοιτο τοῖς Φαωνίου σκώμμασι καὶ Δομετίου, καὶ ἵνα μὴ Ἀγαμέμνων λέγηται, παρʼ ἐλάχιστον ἐκβιασθέντα τὸν περὶ τῆς ἡγεμονίας καὶ ἐλευθερίας ἀναρρῖψαι κίνδυνον; ὃς εἰ μόνον ἐσκόπει τὸ παρʼ ἡμέραν ἄδοξον, ὤφειλεν ἀντιστὰς ἐν ἀρχῇ διαγωνίσασθαι περὶ τῆς Ῥώμης, ἀλλὰ μὴ τὴν φυγὴν ἐκείνην ἀποφαίνων στρατήγημα Θεμιστόκλειον ὕστερον ἐν αἰσχρῷ τίθεσθαι τὴν ἐν Θετταλίᾳ πρὸ μάχης διατριβήν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme