Thesauros Literature biography Ἀλέξανδρος

Ἀλέξανδρος

Ἀλέξανδρος Plutarch
35.1 ἐπιὼν δὲ τὴν Βαβυλωνίαν ἅπασαν εὐθὺς ἐπʼ αὐτῷ γενομένην ἐθαύμασε μάλιστα τό τε χάσμα τὸν πυρὸς ὥσπερ ἐκ πηγῆς συνεχῶς ἀναφερομένου, καὶ τό ῥεῦμα τοῦ νάφθα λιμνάζοντος διὰ τὸ πλῆθος οὐ πόρρω τοῦ χάσματος, ὃς τἆλλα μὲν ἀσφάλτῳ προσέοικεν, οὕτω δὲ εὐπαθὴς πρὸς τὸ πῦρ ἐστιν ὥστε, πρὶν ἢ θιγεῖν τὴν φλόγα, διʼ αὐτῆς τῆς περὶ τὸ φῶς ἐξαπτόμενος αὐγῆς τὸν μεταξὺ πολλάκις ἀέρα συνεκκαίειν.
35.2 ἐπιδεικνύμενοι δὲ τὴν φύσιν αὐτοῦ καὶ δύναμιν οἱ βάρβαροι τὸν ἄγοντα πρὸς τὴν κατάλυσιν τοῦ βασιλέως στενωπὸν ἐλαφρῶ τῷ φαρμάκῳ κατεψέκασαν εἶτα στάντες ἐπʼ ἄκρῳ τοὺς λαμπτῆρας τοῖς βεβρεγμένοις προσέθηκαν ἤδη γὰρ συνεσκόταζε. τῶν δὲ πρώτων εὐθὺς ἁψαμένων οὐκ ἔσχεν ἡ νομὴ χρόνον αἰσθητόν, ἀλλʼ ἅμα νοήματι διῖκτο πρὸς θάτερον πέρας καὶ πῦρ ἐγεγόνει συνεχὲς ὁ στενωπός.
35.3 ἦν δέ τις Ἀθηνοφάνης Ἀθηναῖος τῶν περὶ ἄλειμμα καὶ λουτρὸν εἰωθότων τὸ σῶμα θεραπεύειν τοῦ βασιλέως καὶ τὴν διάνοιαν ἐμμελῶς ἀπάγειν ἐπὶ τὸ ῥᾴθυμον. οὗτος ἐν τῷ λουτρῶνι τότε παιδαρίου τῷ Ἀλεξάνδρῳ παρεστῶτος εὐτελοῦς σφόδρα καὶ γελοίου τὴν ὄψιν, ᾄδοντος δὲ χαριέντως, Στέφανος ἐκαλεῖτο, βούλει, φησὶν, ὦ βασιλεῦ, διάπειραν ἐν Στεφάνῳ τοῦ φαρμάκου λάβωμεν; ἂν γὰρ ἅψηται τούτου καὶ μὴ κατασβεσθῇ, παντάπασιν ἂν φαίην ἄμαχον καὶ δεινὴν αὐτοῦ τὴν δύναμιν εἶναι.
35.4 προθύμως δέ πως καὶ τοῦ παιδαρίου διδόντος ἑαυτὸν πρὸς τὴν πεῖραν, ἅμα τῷ περιαλεῖψαι καὶ θιγεῖν ἐξήνθησε φλόγα τοσαύτην τὸ σῶμα καὶ πυρὶ κατεσχέθη τὸ πᾶν ὥστε τὸν Ἀλέξανδρον εἰς πᾶν ἀπορίας καὶ δέους ἐλθεῖν εἰ δὲ μὴ κατὰ τύχην πολλοὶ παρῆσαν ἀγγεῖα πρὸς τὸ λουτρὸν ὕδατος διὰ χειρῶν ἔχοντες, οὐκ ἂν ἔφθασεν ἡ βοήθεια τὴν ἐπινομήν.
35.5 ἀλλὰ καὶ τότε μόγις κατέσβεσαν τὸ σῶμα τοῦ παιδὸς διʼ ὅλου πῦρ γενόμενον, καὶ μετὰ ταῦτα χαλεπῶς ἔσχεν. εἰκότως οὖν ἔνιοι τὸν μῦθον ἀνασῴζοντες πρὸς τὴν ἀλήθειαν τοῦτό φασιν εἶναι τὸ τῆς Μηδείας φάρμακον, ᾧ τὸν τραγῳδούμενον στέφανον καὶ τὸν πέπλον ἔχρισεν. οὐ γὰρ ἐξ αὐτῶν ἐκείνων οὐδὲ ἀπʼ αὐτομάτου λάμψαι τὸ πῦρ, ἀλλὰ φλογὸς ἐγγύθεν παρατεθείσης ὀξεῖαν ὁλκὴν καὶ συναφὴν ἄδηλον αἰσθήσει γενέσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme