Thesauros Literature biography Ἀλέξανδρος

Ἀλέξανδρος

Ἀλέξανδρος Plutarch
35.6 τὰς γὰρ ἀκτῖνας καὶ τὰ ῥεύματα τοῦ πυρὸς ἄπωθεν ἐπερχόμενα τοῖς μὲν ἄλλοις σώμασι φῶς καὶ θερμότητα προσβάλλειν μόνον, ἐν δὲ τοῖς ξηρότητα πνευματικὴν ἢ νοτίδα λιπαρὰν καὶ διαρκῆ κεκτημένοις ἀθροιζόμενα καὶ πυριγονοῦντα μεταβάλλειν ὀξέως τὴν ὕλην. παρεῖχε δὲ ἀπορίαν ἢ γένεσις εἴτε μᾶλλον ὑπέκκαυμα τῆς φλογὸς ὑπορρεῖ τὸ ὑγρὸν ἐκ τῆς γῆς φύσιν λιπαρὰν καὶ πυριγόνον ἐχούσης.
35.7 καὶ γάρ ἐστιν ἡ Βαβυλωνία σφόδρα πυρώδης, ὥστε τὰς μὲν κριθὰς χαμόθεν ἐκπηδᾶν καὶ ἀποπάλλεσθαι πολλάκις, οἷον ὑπὸ φλεγμονῆς τῶν τόπων σφυγμοὺς ἐχόντων, τοὺς δὲ ἀνθρώπους ἐν τοῖς καύμασιν ἐπʼ ἀσκῶν πεπληρωμένων ὕδατος καθεύδειν.
35.8 Ἅρπαλος δὲ τῆς χώρας ἀπολειφθεὶς ἐπιμελητής καὶ φιλοκαλῶν Ἑλληνικαῖς φυτείαις διακοσμῆσαι τὰ βασίλεια καὶ τοὺς περιπάτους, τῶν μὲν ἄλλων ἐκράτησε, τὸν δὲ κιττὸν οὐκ ἔστεξεν ἡ γῆ μόνον, ἀλλʼ ἀεὶ διέφθειρεν οὐ φέροντα τὴν κρᾶσιν ἡ μὲν γὰρ πυρώδης, ὁ δὲ φιλόψυχρος, τῶν μὲν οὖν τοιούτων παρεκβάσεων, ἂν μέτρον ἔχωσιν, ἧττον ἴσως οἱ δύσκολοι κατηγορήσουσιν.
36.1 Ἀλέξανδρος δὲ Σούσων κυριεύσας παρέλαβεν ἐν τοῖς βασιλείοις τετρακισμύρια τάλαντα νομίσματος, τὴν δὲ ἄλλην κατασκευὴν καὶ πολυτέλειαν ἀδιήγητον. ὅπου φασὶ καὶ πορφύρας Ἑρμιονικῆς εὑρεθῆναι τάλαντα πεντακισχίλια, συγκειμένης μὲν ἐξ ἐτῶν δέκα δεόντων διακοσίων, πρόσφατον δὲ τὸ ἄνθος ἔτι καὶ νεαρὸν φυλαττούσης.
36.2 αἴτιον δὲ τούτου φασὶν εἶναι τὸ τὴν βαφὴν διὰ μέλιτος γίνεσθαι τῶν ἁλουργῶν, διʼ ἐλαίου δὲ λευκοῦ τῶν λευκῶν καὶ γὰρ τούτων τὸν ἴσον χρόνον ἐχόντων τὴν λαμπρότητα καθαρὰν καὶ στίλβουσαν ὁρᾶσθαι. Δείνων δέ φησι καὶ ὕδωρ ἀπό τε τοῦ Νείλου καὶ τοῦ Ἴστρου μετὰ τῶν ἄλλων μεταπεμπομένους εἰς τὴν γάζαν ἀποτίθεσθαι τοὺς βασιλεῖς, οἷον ἐκβεβαιουμένους τὸ μέγεθος τῆς ἀρχῆς καὶ τὸ κυριεύειν ἁπάντων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme