Thesauros Literature biography Ἀλέξανδρος

Ἀλέξανδρος

Ἀλέξανδρος Plutarch
38.2 ἔφη γάρ ὧν πεπόνηκε πεπλανημένη τὴν Ἀσίαν ἀπολαμβάνειν χάριν ἐκείνης τῆς ἡμέρας ἐντρυφῶσα τοῖς ὑπερηφάνοις Περσῶν βασιλείοις ἔτι δʼ ἂν ἥδιον ὑποπρῆσαι κωμάσασα τὸν Ξέρξου τοῦ κατακαύσαντος τὰς Ἀθήνας οἶκον, αὐτὴ τὸ πῦρ ἅψασα τοῦ βασιλέως ὁρῶντος, ὡς ἂν λόγος ἔχῃ πρὸς ἀνθρώπους ὅτι τῶν ναυμάχων καὶ πεζομάχων ἐκείνων στρατηγῶν τὰ μετὰ Ἀλεξάνδρου γύναια μείζονα δίκην ἐπέθηκε Πέρσαις ὑπὲρ τῆς Ἑλλάδος.
38.3 ἅμα δὲ τῷ λόγῳ τούτῳ κρότου καὶ θορύβου γενομένου καὶ παρακελεύσεως τῶν ἑταίρων καὶ φιλοτιμίας, ἐπισπασθεὶς ὁ βασιλεὺς καὶ ἀναπηδήσας ἔχων στέφανον καὶ λαμπάδα προῆγεν.
38.4 οἱ δὲ ἑπόμενοι κώμῳ καὶ βοῇ περιίσταντο τὰ βασίλεια, καὶ τῶν ἄλλων Μακεδόνων οἱ πυνθανόμενοι συνέτρεχον μετὰ λαμπάδων χαίροντες, ἤλπιζον γὰρ ὅτι τοῖς οἴκοι προσέχοντός ἐστι τὸν νοῦν καὶ μὴ μέλλοντος ἐν βαρβάροις οἰκεῖν τὸ πιμπράναι τὰ βασίλεια καὶ διαφθείρειν, οἱ μὲν οὕτω ταῦτα γενέσθαι φασίν, οἱ δὲ ἀπὸ γνώμης· ὅτι δʼ οὖν μετενόησε ταχὺ καὶ κατασβέσαι προσέταξεν ὁμολογεῖται.
39.1 φύσει δὲ ὢν μεγαλοδωρότατος ἔτι μᾶλλον ἐπέδωκεν εἰς τοῦτο τῶν πραγμάτων αὐξομένων· καὶ προσῆν ἡ φιλοφροσύνη, μεθʼ ἧς μόνης ὡς ἀληθῶς οἱ διδόντες χαρίζονται, μνησθήσομαι δὲ ὀλίγων. ἀρίστων ὁ τῶν Παιόνων ἡγούμενος ἀποκτείνας πολέμιον ἄνδρα καὶ τὴν κεφαλὴν ἐπιδειξάμενος αὐτῷ, τοῦτο, εἶπεν, ὦ βασιλεῦ, παρʼ ἡμῖν ἐκπώματος χρυσοῦ τιμᾶται τὸ δῶρον.
39.2 ὁ δὲ Ἀλέξανδρος γελάσας, κενοῦ γε, εἶπεν, ἐγὼ δέ σοι μεστὸν ἀκράτου προπίομαι. τῶν δὲ πολλῶν τις Μακεδόνων ἤλαυνεν ἡμίονον βασιλικὸν χρυσίον κομίζοντα· κάμνοντος δὲ τοῦ κτήνους αὐτὸς ἀράμενος ἐκόμιζε τὸ φορτίον. ἰδὼν οὖν ὁ βασιλεὺς θλιβόμενον αὐτὸν σφόδρα καὶ πυθόμενος τὸ πρᾶγμα, μέλλοντος κατατίθεσθαι, μὴ κάμῃς, εἶπεν, ἀλλὰ πρόσθες ἔτι τὴν λοιπὴν ὁδὸν ἐπὶ τὴν σκηνήν ἑαυτῷ ἑαυτῷ Sint., with the best MSS.; Coraës and Bekker have σεαυτῷ. Cf. 5. τοῦτο κομίσας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme