41.2
καίτοι τὰ μικρότατα τῶν γενομένων τοῖς συνήθεσι παρʼ αὐτοῦ σημεῖα μεγάλης ὑπῆρχεν εὐνοίας καὶ τιμῆς· ὧν ὀλίγα παραθήσομαι. Πευκέστᾳ μὲν ἔγραψε μεμφόμενος ὅτι δηχθεὶς ὑπʼ ἄρκτου τοῖς μὲν ἄλλοις ἔγραψεν, αὐτῷ δὲ οὐκ ἐδήλωσεν. ἀλλὰ νῦν γε, φησί, γράψον πῶς ἔχεις, καὶ μή τινές σε τῶν συγκυνηγετούντων ἐγκατέλιπον, ἵνα δίκην δῶσι.
41.3
τοῖς δὲ περὶ Ἡφαιστίωνα διὰ πράξεις τινὰς ἀποῦσιν ἔγραψεν ὅτι παιζόντων αὐτῶν πρὸς ἰχνεύμονα τῷ Περδίκκου δορατίῳ περιπεσὼν Κρατερὸς τοὺς μηροὺς ἐτρώθη. Πευκέστα δὲ σωθέντος ἔκ τινος ἀσθενείας ἔγραψε πρὸς Ἀλέξιππον τὸν ἰατρὸν εὐχαριστῶν. Κρατεροῦ δὲ νοσοῦντος ὄψιν ἰδὼν καθʼ ὕπνον αὐτός τέ τινας θυσίας ἔθυσεν ὑπὲρ αὐτοῦ κἀκεῖνον θῦσαι ἐκέλευσεν.
41.4
ἔγραψε δὲ καὶ Παυσανίᾳ τῷ ἰατρῷ βουλομένῳ τὸν Κρατερὸν ἐλλεβορίσαι, τὰ μὲν ἀγωνιῶν, τὰ δὲ παραινῶν ὅπως χρήσεται τῇ φαρμακείᾳ, τοὺς δὲ πρώτους τὴν Ἁρπάλου φυγὴν καὶ ἀπόδρασιν ἀπαγγείλαντας ἔδησεν, Ἐφιάλτην καὶ Κίσσον, ὡς καταψευδομένους τοῦ ἀνδρός.
41.5
ἐπεὶ δὲ τοὺς ἀσθενοῦντας αὐτοῦ καὶ γέροντας εἰς οἶκον ἀποστέλλοντος Εὐρύλοχος Αἰγαῖος ἐνέγραψεν ἑαυτὸν εἰς τοὺς νοσοῦντας, εἶτα φωραθεὶς ἔχων οὐδὲν κακόν ὡμολόγησε Τελεσίππας ἐρᾶν καὶ συνεπακολουθεῖν ἐπὶ θάλασσαν ἀπιούσης ἐκείνης, ἠρώτησε τίνων ἀνθρώπων ἐστὶ τὸ γύναιον. ἀκούσας δὲ ὅτι τῶν ἐλευθέρων ἑταιρῶν, ἡμᾶς μὲν, εἶπεν, ὦ Εὐρύλοχε, συνερῶντας ἔχεις ὅρα δὲ ὅπως πείθωμεν ἢ λόγοις ἢ δώροις τὴν Τελεσίππαν, ἐπειδήπερ ἐξ ἐλευθέρας ἐστί.
42.1
θαυμάσαι δὲ αὑτὸν ἔστιν ὅτι καὶ μέχρι τοιούτων ἐπιστολῶν τοῖς φίλοις ἐσχόλαζεν, οἷα γράφει παῖδα Σελεύκου εἰς Κιλικίαν ἀποδεδρακότα κελεύων ἀναζητῆσαι, καὶ Πευκέσταν ἐπαινῶν ὅτι Νίκωνα, Κρατεροῦ δοῦλον, συνέλαβε, καὶ Μεγαβύζῳ περὶ τοῦ θεράποντος τοῦ ἐν τῷ ἱερῷ καθεζομένου, κελεύων αὐτὸν, ἂν δύνηται, συλλαβεῖν ἔξω τοῦ ἱεροῦ προκαλεσάμενος, ἐν δὲ τῷ ἱερῷ μὴ προσάπτεσθαι.