Thesauros Literature biography Ἀλέξανδρος

Ἀλέξανδρος

Ἀλέξανδρος Plutarch
51.6 πεσόντος δὲ μετὰ στεναγμοῦ καὶ βρυχήματος εὐθὺς ἀφῆκεν ὁ θυμὸς αὐτόν, καὶ γενόμενος παρʼ ἑαυτῷ καὶ τοὺς φίλους ἰδὼν ἀφώνους ἑστῶτας ἑλκύσασθαι μὲν ἐκ τοῦ νεκροῦ τὴν αἰχμήν ἔφθασε, παῖσαι δʼ ἑαυτὸν ὁρμήσας παρά τὸν τράχηλον ἐπεσχέθη, τῶν σωματοφυλάκων τὰς χεῖρας αὐτοῦ λαβόντων καὶ τὸ σῶμα βίᾳ παρενεγκόντων εἰς τὸν θάλαμον.
52.1 ἐπεὶ δὲ τήν τε νύκτα κακῶς κλαίων διήνεγκε καὶ τήν ἐπιοῦσαν ἡμέραν ἤδη τῷ βοᾶν καὶ θρηνεῖν ἀπειρηκὼς ἄναυδος ἔκειτο, βαρεῖς ἀναφέρων στεναγμούς, δείσαντες οἱ φίλοι τήν ἀποσιώπησιν εἰσῆλθον βίᾳ. καὶ τῶν μὲν ἄλλων οὐ προσίετο τοὺς λόγους, Ἀριστάνδρου δὲ τοῦ μάντεως ὑπομιμνῄσκοντος αὑτὸν τήν τε ὄψιν ἣν εἶδε περὶ τοῦ Κλείτου, καὶ τὸ σημεῖον, ὡς δὴ πάλαι καθειμαρμένων τούτων, ἔδοξεν ἐνδιδόναι.
52.2 διὸ Καλλισθένην τε τὸν φιλόσοφον παρεισήγαγον, Ἀριστοτέλους οἰκεῖον ὄντα, καὶ τὸν Ἀβδηρίτην Ἀνάξαρχον. ὧν Καλλισθένης μὲν ἠθικῶς ἐπειρᾶτο καὶ πρᾴως, ὑποδυόμενος τῷ λόγῳ καὶ περιϊὼν ἀλύπως, λαβέσθαι τοῦ πάθους, ὁ δὲ Ἀνάξαρχος ἰδίαν τινὰ πορευόμενος ἐξ ἀρχῆς ὁδὸν ἐν φιλοσοφίᾳ, καὶ δόξαν εἰληφὼς ὑπεροψίας καὶ ὀλιγωρίας τῶν συνήθων, εὐθὺς εἰσελθὼν ἀνεβόησεν·
52.3 οὗτός ἐστιν Ἀλέξανδρος, εἰς ὃν ἡ οἰκουμένη νῦν ἀποβλέπει ὁ δὲ ἔρριπται κλαίων ὥσπερ ἀνδράποδον, ἀνθρώπων νόμον καὶ ψόγον δεδοικώς, οἷς αὑτὸν προσήκει νόμον εἶναι καὶ ὅρον τῶν δικαίων, ἐπείπερ ἄρχειν καὶ κρατεῖν νενίκηκεν, ἀλλὰ μὴ δουλεύειν ὑπὸ κενῆς δόξης κεκρατημένον.
52.4 οὐκ οἶσθα, εἶπεν, ὅτι τήν Δίκην ἔχει πάρεδρον ὁ Ζεὺς καὶ τήν Θέμιν, ἵνα πᾶν τὸ πραχθὲν ὑπὸ τοῦ κρατοῦντος θεμιτὸν ᾖ καὶ δίκαιον; τοιούτοις τισὶ λόγοις χρησάμενος ὁ Ἀνάξαρχος τὸ μὲν πάθος ἐκούφισε τοῦ βασιλέως, τὸ δὲ ἦθος εἰς πολλὰ χαυνότερον καὶ παρανομώτερον ἐποίησεν, αὑτὸν δὲ δαιμονίως ἐνήρμοσε, καὶ τοῦ Καλλισθένους τήν ὁμιλίαν, οὐδὲ ἄλλως ἐπίχαριν διὰ τὸ αὐστηρὸν οὖσαν, προσδιέβαλε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme