Thesauros Literature biography Ἀλέξανδρος

Ἀλέξανδρος

Ἀλέξανδρος Plutarch
9.6 ἐν τούτῳ δὲ Δημάρατος ὁ Κορίνθιος, ξένος ὢν τῆς οἰκίας καὶ παρρησίας μετέχων, ἀφίκετο πρὸς Φίλιππον. μετὰ δὲ τὰς πρώτας δεξιώσεις καὶ φιλοφροσύνας ἐπερωτῶντος τοῦ Φιλίππου πῶς ἔχουσιν ὁμονοίας πρὸς ἀλλήλους οἱ Ἕλληνες, πάνυ γοῦν, ἔφη, σοι προσήκει, Φίλιππε, κήδεσθαι τῆς Ἑλλάδος, ὃς τὸν οἶκον τὸν σεαυτοῦ στάσεως τοσαύτης καὶ κακῶν ἐμπέπληκας. οὕτω δὴ συμφρονήσας ὁ Φίλιππος ἔπεμψε καὶ κατήγαγε πείσας διὰ τοῦ Δημαράτου τὸν Ἀλέξανδρον.
10.1 ἐπεὶ δὲ Πιξόδαρος, ὁ Καρίας σατράπης, ὑποδυόμενος διʼ οἰκειότητος εἰς τὴν Φιλίππου συμμαχίαν, ἐβούλετο τὴν πρεσβυτάτην τῶν θυγατέρων Ἀρριδαίῳ τῷ Φιλίππου γυναῖκα δοῦναι καὶ περὶ τούτων Ἀριστόκριτον εἰς Μακεδονίαν ἀπέστειλεν, αὖθις ἐγίνοντο λόγοι καὶ διαβολαὶ παρὰ τῶν φίλων καὶ τῆς μητρὸς πρὸς Ἀλέξανδρον, ὡς Ἀρριδαῖον ἐπὶ τῇ βασιλείᾳ Φιλίππου γάμοις λαμπροῖς καὶ πράγμασι μεγάλοις εἰσοικειοῦντος.
10.2 ὑφʼ ὧν διαταραχθεὶς πέμπει Θεσσαλὸν εἰς Καρίαν, τὸν τῶν τραγῳδιῶν ὑποκριτήν, Πιξοδάρῳ διαλεξόμενον ὡς χρὴ τὸν νόθον ἐάσαντα, καὶ οὐ φρενήρη, μεθαρμόσασθαι τὸ κῆδος εἰς Ἀλέξανδρον. καὶ Πιξοδάρῳ μὲν οὐ παρὰ μικρὸν ἤρεσκε ταῦτα τῶν προτέρων μᾶλλον, ὁ δὲ Φίλιππος αἰσθόμενος, ἰὼν εἰς τὸ Ἀλεξάνδρου δωμάτιον, ἰὼν ... δωμάτιον an anonymous correction of the MSS. ὄντα τὸν Ἀλεξανδρον εἰς τὸ δωμάτιον, after Amyot; Sintenis and Bekker adopt ἰόντα, the correction of Stephanus (learning that Alexander was coming). παραλαβὼν τῶν φίλων αὐτοῦ καὶ συνήθων ἕνα, Φιλώταν τὸν Παρμενίωνος,
10.3 ἐπετίμησεν ἰσχυρῶς, καὶ πικρῶς ἐλοιδόρησεν ὡς ἀγεννῆ καὶ τῶν ὑπαρχόντων περὶ αὐτὸν ἀγαθῶν ἀνάξιον, εἰ Καρὸς ἀνθρώπου καὶ βαρβάρῳ βασιλεῖ δουλεύοντος ἀγαπᾷ γαμβρὸς γενέσθαι. τὸν δὲ Θεσσαλὸν ἔγραψε Κορινθίοις ὅπως ἀναπέμψωσιν ἐν πέδαις δεδεμένον. τῶν δὲ ἄλλων ἑταίρων Ἅρπαλον καὶ Νέαρχον, ἔτι δʼ Ἐρίγυιον καὶ Πτολεμαῖον ἐκ Μακεδονίας μετέστησεν, οὓς ὕστερον Ἀλέξανδρος καταγαγὼν ἐν ταῖς μεγίσταις ἔσχε τιμαῖς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme