Thesauros Literature biography Καῖσαρ

Καῖσαρ

Καῖσαρ Plutarch
39.7 οὕτω δὴ ῥιπτασθεὶς καί ἀδημονήσας πρὸς τὴν ἀπορίαν καί χαλεπότητα τῶν παρόντων ἀνίστη τὸν στρατόν, ἐπὶ Σκηπίωνα προάγειν εἰς Μακεδονίαν ἐγνωκώς ἢ γὰρ ἐπισπάσεσθαι Πομπήϊον ὅπου μαχεῖται μὴ χορηγούμενος ὁμοίως ἀπὸ τῆς θαλάττης, ἢ περιέσεσθαι μεμονωμένου Σκηπίωνος.
40.1 τοῦτο τὴν Πομπηΐου στρατιὰν ἐπῆρε καί τοὺς περὶ αὐτὸν ἡγεμόνας ὡς ἡττημένου καί φεύγοντος ἔχεσθαι Καίσαρος. αὐτὸς μὲν γὰρ εὐλαβῶς εἶχε Πομπήϊος ἀναρρῖψαι μάχην περὶ τηλικούτων, καί παρεσκευασμένος ἄριστα πᾶσι πρὸς τὸν χρόνον ἠξίου τρίβειν καί μαραίνειν τὴν τῶν πολεμίων ἀκμήν βραχεῖαν οὖσαν. τὸ γάρ τοι μαχιμώτατον τῆς Καίσαρος δυνάμεως ἐμπειρίαν μὲν εἶχε καί τόλμαν ἀνυπόστατον πρὸς τοὺς ἀγῶνας,
40.2 ἐν δὲ ταῖς πλάναις καί ταῖς στρατοπεδείαις καί τειχομαχοῦντες καί νυκτεγερτοῦντες ἐξέκαμνον ὑπὸ γήρως, καί βαρεῖς ἦσαν τοῖς σώμασι πρὸς τοὺς πόνους, διʼ ἀσθένειαν ἐγκαταλείποντες τὴν προθυμίαν. τότε δὲ καί τι νόσημα λοιμῶδες ἐλέχθη, τὴν ἀτοπίαν τῆς διαίτης ποιησάμενον ἀρχήν, ἐν τῇ στρατιᾷ περιφέρεσθαι τῇ Καίσαρος, καί τὸ μέγιστον, οὔτε χρήμασιν ἐρρωμένος οὔτε τροφῆς εὐπορῶν χρόνου βραχέος ἐδόκει περὶ αὑτῷ καταλυθήσεσθαι.
41.1 διὰ ταῦτα Πομπήϊον μάχεσθαι μὴ βουλόμενον μόνος ἐπῄνει Κάτων φειδοῖ τῶν πολιτῶν ὅς γε καὶ τοὺς πεσόντας ἐν τῇ μάχῃ τῶν πολεμίων εἰς χιλίους τὸ πλῆθος γενομένους ἰδών ἀπῆλθεν ἐγκαλυψάμενος καὶ καταδακρύσας. οἱ δʼ ἄλλοι πάντες ἐκάκιζον τὸν Πομπήϊον φυγομαχοῦντα, καὶ παρώξυνον Ἀγαμέμνονα καὶ βασιλέα βασιλέων ἀποκαλοῦντες, ὡς δὴ μὴ βουλόμενον ἀποθέσθαι τὴν μοναρχίαν, ἀλλʼ ἀγαλλόμενον ἡγεμόνων τοσούτων ἐξηρτημένων αὐτοῦ καὶ φοιτώντων ἐπὶ σκηνήν.
41.2 Φαώνιος δὲ τὴν Κάτωνος παρρησίαν ὑποποιούμενος, μανικῶς ἐσχετλίαζεν εἰ μηδὲ τῆτες ἔσται τῶν περὶ Τουσκλάνον ἀπολαῦσαι σύκων Διὰ τὴν Πομπηΐου φιλαρχίαν. Ἀφράνιος δὲ ʽ νεωστὶ γὰρ ἐξ Ἰβηρίας ἀφῖκτο κακῶς στρατηγήσασʼ διαβαλλόμενος ἐπὶ χρήμασι προδοῦναι τὸν στρατόν, ἠρώτα Διὰ τί πρὸς τὸν ἔμπορον οὐ μάχονται τὸν ἐωνημένον παρʼ αὐτοῦ τὰς ἐπαρχίας, ἐκ τούτων ἁπάντων συνελαυνόμενος ἄκων εἰς μάχην ὁ Πομπήϊος ἐχώρει τὸν Καίσαρα διώκων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme