Thesauros Literature biography Φωκίων

Φωκίων

Φωκίων Plutarch
20.3 καὶ τοῦτο τοὺς Ἀθηναίους ἐλύπησεν, ὡς ὑπερορῶντος καὶ ὑπερφρονοῦντος τὰ οἰκεῖα τοῦ Φωκίωνος· εἰπόντος δὲ τοῦ Δημάδου πρὸς αὐτόν, τί οὐ πείθομεν, ὦ Φωκίων, Ἀθηναίους τὴν Λακωνικὴν προσδέξασθαι πολιτείαν; ἐὰν γὰρ σὺ κελεύῃς, ἐγὼ γράφειν καὶ λέγειν ἕτοιμός εἰμι, πάνυ γοῦν, ἔφη, πρέψειεν ἄν σοι μύρου τοσοῦτον ὄζοντι καὶ χλανίδα τοιαύτην φοροῦντι συμβουλεύειν Ἀθηναίοις περὶ φιλιτίων καὶ τὸν Λυκοῦργον ἐπαινεῖν.
21.1 γράψαντος δὲ τοῦ Ἀλεξάνδρου περὶ τριήρων, ὅπως ἀποστείλωσιν αὐτῷ, καὶ τῶν ῥητόρων ἐνισταμένων, τῆς δὲ βουλῆς τὸν Φωκίωνα λέγειν κελευούσης, λέγω τοίνυν ὑμῖν, εἶπεν, ἢ τοῖς ὅπλοις κρατεῖν ἢ τοῖς κρατοῦσι φίλους εἶναι. Πρὸς δὲ Πυθέαν ἀρχόμενον τότε πρῶτον ἐντυγχάνειν Ἀθηναίοις, ἤδη δὲ λάλον ὄντα καὶ θρασύν, οὐ σιωπήσεις, ἔφη, καὶ ταῦτα νεώνητος ὢν τῷ δήμῳ;
21.2 ἐπεὶ δὲ Ἅρπαλος μετὰ χρημάτων πολλῶν ἀποδρὰς Ἀλέξανδρον ἐκ τῆς Ἀσίας τῇ Ἀττικῇ προσέβαλε, καὶ τῶν εἰωθότων ἀπὸ τοῦ βήματος χρηματίζεσθαι δρόμος ἦν καὶ ἅμιλλα φθειρομένων πρὸς αὐτόν, τούτοις μὲν ἀπὸ πολλῶν μικρὰ δελεάζων προήκατο καὶ διέρριψε, τῷ δὲ Φωκίωνι προσέπεμψε διδοὺς ἑπτακόσια τάλαντα, καὶ τἆλλα πάντα, καὶ μετὰ πάντων ἑαυτὸν ἐκείνῳἐκείνῳ with Coraës and Bekker: ἐπ’ ἐκείνῳ. μόνῳ παρακατατιθέμενος.
21.3 ἀποκριναμένου δὲ τραχέως τοῦ Φωκίωνος οἰμώξεσθαι τὸν Ἅρπαλον, εἰ μὴ παύσεται διαφθείρων τὴν πόλιν, τότε μὲν συσταλεὶς ἀπέστη, μετʼ ὀλίγον δὲ βουλευομένων Ἀθηναίων ἑώρα τοὺς μὲν εἰληφότας τὰ χρήματα παρʼ αὐτοῦ μεταβαλλομένους καὶ κατηγοροῦντας, ἵνα μὴ φανεροὶ γένωνται, Φωκίωνα δὲ τὸν μηδὲν λαβόντα μετὰ τοῦ κοινοῦ συμφέροντος ἅμα καὶ τὴν ἐκείνου σωτηρίαν ἔν τινι λόγῳ τιθέμενον.
21.4 πάλιν οὖν ἐνεχθεὶς ἐπὶ τὸ θεραπεύειν ἐκεῖνον, αὐτὸν μὲν ὡς ἔρυμα πανταχόθεν ἀνάλωτον ὑπὸ τοῦ χρυσίου περιοδεύων ἑώρα, Χαρικλέα δὲ τὸν γαμβρὸν αὐτοῦ ποιησάμενος συνήθη καὶ φίλον, ἀνέπλησε δόξης πονηρᾶς, πάντα πιστεύων καὶ πάντα χρώμενος ἐκείνῳ.
22.1 καὶ δὴ καὶ Πυθονίκης τῆς ἑταίρας ἀποθανούσης, ἣν εἶχεν ὁ Ἅρπαλος ἐρῶν καὶ θυγατρίου πατὴρ ἐξ αὐτῆς γεγόνει, μνημεῖον ἀπὸ χρημάτων πολλῶν ἐπιτελέσαι θελήσας προσέταξε τῷ Χαρικλεῖ τὴν ἐπιμέλειαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme